Δευτέρα, 16 Μαρτίου 2015

Ἀκολουθία Νεομ. ΔΗΜΟΥ τοῦ ἐν Σμύρνῃ (10 Ἀπριλίου)


Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Μερίμνῃ Πρωτοπρεσβυτέρου Δήμου Νικολάου

 Ἐν τῷ Ἑσπερινῷ.
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς τὸ Κύριε Ἐκέκραξα,ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς προσόμοια.
Ἦχος α΄. Τῶν Οὐρανίων ταγμάτων.
Τὸν Νεομάρτυρα πάντες Δῆμον τιμήσωμεν, τὴν θείαν αὐτοῦ μνήμην, ἑορτάζοντες πόθῳ· οὗτος γὰρ νομίμως ὑπὲρ Χριστοῦ, ἐναθλήσας δεδόξασται, καὶ τῶν Μαρτύρων τῶν πάλαι ἐν οὐρανοῖς, ἰσοστάσιος ἐγένετο.
περιτρέπτῳ καρδίᾳ Δῆμε μακάριε, ὑπῆλθες τὸν ἀγῶνα, τῆς ἀθλήσεως χαίρων, καὶ ᾔσχυνας τὴν πλάνην τῶν δυσσεβῶν, ἀνενδότῳ ἐνστάσει σου· διὸ ἀξίως ἐδέξω παρὰ Χριστοῦ, ἀφθαρσίας τὸ διάδημα.
Οὔτε πικραὶ μαστιγώσεις, οὐκ ἄλλη βάσανος, οὔτε εἱρκτὴ ζοφώδης, οὐ δεσμὰ οὐδὲ πόνοι, κατίσχυναν ἀγάπης σὲ τοῦ Χριστοῦ ἀποστῆναι μακάριε, ἀλλὰ τὰ πάντα ἀνδρείως ὑπενεγκών, τὸν ἀγῶνα σου ἐτέλεσας.
νδεδυμένος τὴν χάριν καὶ τὴν λαμπρότητα, τῆς πίστεως τῆς θείας, Δῆμε Μάρτυς Κυρίου, ἐβόας τοῖς ἀπίστοις ἀπὸ ψυχῆς, τὸν Χριστὸν μόνον σέβομαι, δι΄ὃν καὶ θνήσκω προθύμως ἵνα ζωῆς, ἀθανάτου ὀφθῶ μέτοχος.
ποτμηθεὶς τὸν αὐχένα πάσας ἀπέτεμες, τὰς μηχανὰς τοῦ πλάνου καὶ δολίου Βελίαρ, καὶ ῥείθροις τῶν αἱμάτων τὴν τοῦ Χριστοῦ, Ἐκκλησίαν κατήρδευσας, Δῆμε Χριστοῦ νεομάρτυς τὴν ἱερὰν, ἑορτάζουσάν σου ἄθλησιν.
Τοῖς τῶν μαρτύρων συνήφθης Μάρτυς στρατεύμασι, καὶ τῶν θαυμάτων χάριν, ἐκ Θεοῦ ἐκομίσω· διὸ οἱ προσελθόντες τάφῳ τῷ σῷ, τῆς ἰάσεως ἔτυχον, ἀνευφημοῦντές σε Δῆμε ὡς τοῦ Χριστοῦ, Ἀθλοφόρον γενναιότατον.
Δόξα. Ἦχος δ΄.
Μαρτυρικὴν ἐπιδειξάμενος ἀνδρείαν, τυρρανικὴν ἐφάυλισας ἰσχύν, ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ, Δῆμε νέε Ἀθλητὰ τοῦ Σωτῆρος· ὑπεραρθεὶς γὰρ τῶν χαμαὶ συρομένων, ἀνδρείως διέδραμες τὸ τῆς ἀθλήσεως στάδιον, μὴ φεισάμενος σαρκὸς φθειρομένης, μηδὲ τῶν βασάνων τὰς ἀπειλὰς πτοηθείς. Διὸ Χριστοῦ ἡ Ἐκκλησία, τοῖς σοῖς αἵμασι πορφυρωθεῖσα, τὴν σὴν Ἁγίαν ἑορτάζει μνήμην, σεμνυνομένη τῇ ἀθλήσει σου. Ἀλλ΄ ὦ μαρτύρων σύσκηνε, σὺν αὐτοῖς ὑπὲρ ἡμῶν ἱκέτευε, Νεομάρτυς ἔνδοξε.
Καὶ νῦν ὁ αὐτός.
 διὰ σὲ θεοπάτωρ Δαυῒδ μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τὰ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου· σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξε, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός· ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι· καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρὼν πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ καὶ τῷ ἰδίῳ θελήματι ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι· καὶ σώσῃ Θεοτόκε, τὸν κόσμον Χριστός, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.
Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾽ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15΄, στ΄ 1)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτήν, ἰδιόμελα.
Ἦχος α΄
 Νέος τοῦ Χριστοῦ Ἀθλοφόρος, Δῆμος ὁ θεῖος ἀριστεύς, τὰ ὅπλα τοῦ φωτὸς ἀναλαβών, τὸν μὲν τοῦ σκότους προστάτην καθεῖλε, τὴν δὲ Χριστώνυμον κλῆσιν, λαμπρῶς ἐδόξασε· καὶ τὸν καλὸν ἀγῶνα τελέσας, τῆς αἰωνίου ζωῆς τὸν στέφανον, παρὰ Χριστοῦ ἐδέξατο· Αὐτῷ βοήσωμεν· Νεομάρτυς παμμάκαρ, ἀδιαλείπτως πρέσβευε, σὠζεσθαι τοὺς σὲ μακαρίζοντας.
 Ἦχος β΄ .
Τὴν ἀρετὴν τῶν πάλαι Μαρτύρων ἀναζωγραφήσας ἐν σαυτῷ, τοῖς ἴχνεσιν αὐτῶν ἠκολούθησας, Νεομάρτυς Δῆμε· ἀπτοήτῳ γὰρ καρδίᾳ, Χριστὸν ὡμολόγησας, παρ΄οὐδὲν ἡγούμενος τὰς τῶν τυρράνων ἀπειλάς, καὶ μαστίγων ἐπιφοράς, καὶ αἰκισμῶν τὸ ἄλγος, ὡς ἀδάμας στερρὸς ὑπέμεινας. Ὅθεν Χριστὸς τοὺς ἄθλους σου, ὡς μύρον εὐωδίας δεξάμενος, καὶ προσφορὰν τελείαν, μαρτυρικῆς σε δόξης ἠξίωσεν, ὑπὲρ ἡμῶν αεὶ πρεσβεύοντα.
Ἦχος γ΄ .
Τοῖς ὀχετοῖς τοῦ αἵματος, τὸν παλαμναῖον ἐχθρὸν κατεπόντισας, Νεομάρτυς Δῆμε, ξίφει τμηθεὶς τὸν αὐχένα σου· καὶ ἐκ φθορᾶς πρὸς ἀφθαρσίαν διαβάς, τοὺς δερματίνους χιτῶνας ἀπεβάλου, καὶ τῆς οὐρανίου βασιλείας τὸ ἔνδυμα, ἠμφιάσω Θείῳ Πνεύματι· καὶ νῦν Μαρτύρων δήμοις συνών, καὶ τῆς ζωῆς τοῦ ξύλου κατατρυφῶν, θανατηφόρων παθῶν λύτρωσαι, τοὺς ἑορτάζοντας τὴν μνήμην σου.