Τετάρτη, 12 Φεβρουαρίου 2014

ΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΜΕΛΕΤΙΟΥ ΤΗΣ ΥΨΕΝΗΣ ΡΟΔΟΥ


Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου


Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ᾿ ὃ τὸ Θεὸς Κύριος καὶ τὰ κάτωθι Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
῾Ως ἐγκρατείας θαυμαστὸς ὑποφήτης, καὶ εὐσεβείας ἱερὸς μυστολέκτης, παρὰ Χριστοῦ δεδόξασαι, Μελέτιε σοφέ. Ὅθεν τοὺς προστρέχοντας, τῇ ἁγίᾳ Μονῇ σου, καὶ ἀσπαζομένους σου, τὴν μυρίπνοον κάραν, ὡς συμπαθὴς πρυτάνευε ἀεί, τὰς δωρεὰς τῆς ἁγίας σου χάριτος.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ καὶ ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις· «Κυρίλλου».

Ὠιδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
᾿Ασκήσας ἐν κόσμῳ τὴν ἀρετήν, Μελέτιε Πάτερ, ἐδοξάσθης ἐν οὐρανοῖς, καὶ πᾶσι τὴν χάριν σου βραβεύεις, τοῖς ἐκτελοῦσιν ἀξίως τὴν μνήμην σου.
Μελέτιε Πάτερ οἱ εὐσεβεῖς, ἔχοντές σε πύργον, σωτηρίας πανασφαλῆ, ἐκ πάσης ῥυόμεθα ἀνάγκης, καὶ συμφορᾶς τῇ θερμῇ προστασίᾳ σου.
Τῆς Λάρδου ὁ γόνος ὁ θαυμαστός, καὶ τῆς Ῥοδονήσου, ἐγκαλλώπισμα τὸ τερπνόν, τοῖς κάμνουσι δίδου εὐρωστίαν, τῇ ἐνεργείᾳ τῆς σῆς ἀντιλήψεως.
Θεοτοκίον.
Κυρία τῆς κτίσεως Μαριάμ, τῆς κυριευούσης, ἁμαρτίας νῦν ἐπ᾿ ἐμοί, λῦσον τὸν ζυγὸν τῇ χάριτί σου, ἐλευθερίας μοι χάριν βραβεύουσα.

Τρίτη, 11 Φεβρουαρίου 2014

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΕΛΕΤΙΟΥ ΤΟΥ ΕΝ ΥΨΕΝΗι

                                              Οὗ ἡ Μνήμη τῇ ΙΒ΄ Φεβρουαρίου
Ποιηθεῖσα ὑπό Κυρίλλου Μητροπολίτου Ρόδου
ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ

Ἱστῶμεν στίχ. δ΄ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια.

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν φιλεόρτων οἱ δῆμοι, δεῦτε τιμήσωμεν, Μελέτιον τὸν θεῖον, πρὸς αὐτὸν ἐκβοῶντες· Ἐκ πάσης ἐπηρείας τοῦ πονηροῦ, ταῖς πρεσβείαις σου λύτρωσαι, θεομακάριστε Πάτερ πάντας ἡμᾶς, τοὺς  γεραίροντας τὴν μνήμην σου.

Τέρπου καὶ χόρευε Λάρδος, ὅτι ἐβλάστησας, Πνεύματος γεωργίᾳ, ὁσιότητος ῥόδον, Μελέτιον τὸν νέον ἐν ἀσκηταῖς, οὗ τὰ τίμια λείψανα, τὰ αἰσθητήρια πάντων τῶν εὐσεβῶν, μυστικῶς ἀρωματίζουσιν.

Ἀπεργασάμενος θεῖον, ναὸν τοῦ Πνεύματος, σαυτὸν δι᾿ ἐγκρατείας, ἀνενδότων ἀγώνων, ναὸν τῇ Θεοτόκῳ ζήλῳ θερμῷ, ἱερὸν ᾠκοδόμησας, ἐν συντρέχοντες πάντες οἱ εὐσεβεῖς, εὐφημοῦμέν σε Μελέτιε.

Παρεστηκὼς τῷ Κυρίῳ, τῷ σὲ δοξάσαντι, ἔλεος δωρηθῆναι, ἐκδυσώπει καὶ χάριν, τοῖς
ἐπικαλουμένοις πίστει θερμῇ, τὴν θερμήν σου ἀντίληψιν, Πάτερ Μελέτιε καύχημα μοναστῶν, καὶ Ὁσίων ἀκροθίνιον.

Δόξα. Ἦχος β΄.
Ο῞σιε Πάτερ, παμμακάριστε Μελέτιε, τῇ ἀσκητικῇ σου πολιτείᾳ, τὰ τῶν παθῶν νεκρώσας σκιρτήματα, ἀπὸ γῆς εἰς οὐρανοὺς μεταστάς, εἰς ἁγιασμὸν ἐκτήσω τοὺς καρποὺς τῶν ἀγώνων σου, Χριστῷ σὺν Ἀγγέλοις παριστάμενος, καὶ ὑπὲρ ἡμῶν δεήσεις ἀναφέρων, τῶν εὐλαβῶς ἐπιτελούντων τὴν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. β΄.Τριήμερος ἀνέστης.

Μελέτιον τὸν θεῖον πιστοί, ἐν ὕμνοις εὐφημήσωμεν χαρμοσύνως, ὅτι βίον καθαρόν, ἀσκήσει ἐπιδείξας, Χριστῷ συμβασιλεύει, ὑπὲρ ἡμῶν αὐτοῦ δεόμενος.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Τοῦ Πνεύματος ἀξίως ναόν, σαυτὸν ἀπεργασάμενος τῇ ἀσκήσει, ᾠκοδόμησας ναόν, τῇ μόνῃ Θεοτόκῳ, μεθ᾿ ἧς Χριστὸν δυσώπει, ὑπὲρ ἡμῶν Πάτερ Μελέτιε.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Μονή σου ἡ ἁγία πιστῶς, Μελέτιε γεραίρει σε ἐκβοῶσα· Χαῖρε ἄνερ ἀγαθέ, ὁ χρόνοις ἐν ἐσχάτοις, τῶν πρόπαλαι Ὁσίων, ἁμιλληθεὶς τοῖς κατορθώμασι.