Πέμπτη, 16 Μαΐου 2013

Εις Πάντας τους Αγίους, Παρακλητικός Κανών


(Εορτάζοντες την 9ην Κυριακήν από το Πάσχα)
(Ποιηθείς υπό αρχιμ. Φιλοθέου Ζερβάκου)
Μετά το, Κύριε εισάκουσον, και το, Θεός Κύριος ψάλλομεν τα παρόντα τροπάρια:
Ήχος δ’. Τη Θεοτόκω.

Αγίων Πάντων τους χορούς ευφημήσωμεν, των Ασωμάτων λειτουργών τα στρατεύματα, και Αποστόλων θείων τε Μαρτύρων τους χορούς, τους προ Νόμου άπαντας, και εν Νόμω προφήτας, Ιεράρχας άμα τε, και Οσίων τον δήμον, και Γυναικών Αγίων την πληθύν, αξιοχρέως αυτούς μακαρίζοντες.

Δόξα. Το αυτό.
Και νύν. Θεοτοκίον.
Ου σιωπήσωμεν ποτέ Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι, ει μη γαρ συ προΐστασο πρεσβεύουσα, τίς ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τίς δε διαφύλαξεν έως νυν ελευθέρους; Ούκ αποστώμεν Δέσποινα εκ σου˙ σους γαρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

Ο Ν’. Και ψάλλεται ο Κανών των Αγίων Πάντων μεθ’ ευλαβείας.
Ωδή α’. Ήχος πλ. δ’. Αρματηλάτην Φαραώ.

Τριάς αγία ιεραίς εντεύξεσιν, Αγίων Πάντων νυνί, σους αχρείους δούλους, οίκτειρον ελέησον, και βασιλείας ποίησον, κληρονόμους συν τούτοις, ως αν σε πάντες δοξάζομεν, και μη στερηθώμεν της δόξης σου.

Ο Μιχαήλ και Γαβριήλ οι πρόκριτοι, των Ασωμάτων Νοών, αι νοεραί τάξεις, στρατιαί ουράνιαι, μεθ’ ών και συ πιστότατε, της εμής ζωής φύλαξ, Χριστόν αεί ώ παρίστασθε, μέμνησθε πρεσβεύειν σηθήναί με.
Δόξα.
Πέτρε και Παύλε Ιωάννη πρόκριτε, θεολογίας πηγή, και ο λοιπός άπας, Αποστόλων σύλλογος, Μαρτύρων και Οσίων τε, και Αγίων απάντων, Χριστώ πρεσβεύειν μη παύσητε, υπέρ της εμής συγχωρήσεως.
Και νυν.
Εκ στειρευούσης κυηθείσα Πάναγνε, συ παραδόξως γαστρός, τίκτεις Θεόν Λόγον, υπέρ λόγον άφθορος, και μετά τόκον μείνασα, τούτον αεί δυσώπει, συν τοις σεπτοίς σου γεννήτορσιν, δούναί μοι πταισμάτων συγχώρησιν.

Ωδή γ’. Ο στερεώσας κατ’ αρχάς.
Εν τη δευτέρα σου Χριστέ, και φοβερά παρουσία, σύνταξόν με δεξιοίς σου προβάτοις, της ευκταίας σου φωνής, καταξιών ως εύσπλαγχνος, ταις των Αγίων Πάντων, πανευπροσδέκτοις δεήσεσι.

Της Θηβαΐδος ο βλαστός, ο Παύλος συν Αντωνίω, και Ευθύμιος συνάμα ο μέγας, Θεοδόσιος ομού, Σάββας, Εφραίμ, Ευθύμιος, και Ιωάσαφ πάντες, οι Όσιοι ευφημήσθωσαν.

Επιθυμίας βλαβεράς, θυμού δεινής ακηδίας, και παθών παντοδαπών ρύσασθέ με, Ιεράρχαι του Χριστού, Βασίλειε, Γρηγόριε, και ο χρυσούς την γλώτταν, και πάντες θείοι διδάσκαλοι.
Θεοτοκίον.
Η τετοκυία τον Χριστόν, αυτόν δυσώπει Παρθένε, συν Παρθένοις τε και Μάρτυσιν άμα, και Οσίαις γυναιξί, Ματρώνη, Θεοκτίστη τε, και ταις λοιπαίς αμνάσι, του οικτειρήσαι και σώσαί με.

Διάσωσον από κινδύνων σους δούλους, πληθύς αγίων απάντων, ότι τη θεία υμών σκέπη αεί προστρέχομεν, του ρυσθήναι παντοίας βλάβης.
Επίβλεψον εν ευμενεία πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.

Είτα γίνεται υπό του Ιερέως Αίτησις. Κάθισμα.