Πέμπτη, 24 Ιανουαρίου 2013

ΠΑΡΑΚΛΗΣΙΣ ΠΑΝΑΓΙΑΣ ΠΑΡΑΜΥΘΙΑΣ



             Διά  τήν  ἐν  Ῥόδῳ  ὁμώνυμον  Ἱεράν  Μονήν


Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.

Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ᾿ ὃ τὸ Θεὸς Κύριος μετά ταῶν στίχων αὐτοῦ καὶ τὰ κάτωθι Τροπάρια.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
ς τὸν Δεσπότην τῶν ἁπάντων τεκοῦσα, Παραμυθία Παναγία Παρθένε, παραμυθίαν δίδου καὶ βοήθειαν, πᾶσι τοῖς προσπίπτουσι, τῇ σεπτῇ Σου Εἰκόνι, ἥνπερ ἐχαρίτωσας, ἐνεργείᾳ ἀΰλῳ· καὶ πειρασμῶν καὶ νόσων καὶ παθῶν, ἡμᾶς ἀπάλαττε πάντοτε Δέσποινα.

Δόξα. Ὅμοιον.
ς ἐλυτρώσω πειρατῶν τῆς μανίας, Βατοπαιδίου τὴν ἁγίαν Μονήν Σου, ἐκ τῆς σεπτῆς Εἰκόνος σου φωνήσασα, οὕτω πάσης θλίψεως καὶ παντοίων κινδύνων, ῥύου ἡμᾶς Δέσποινα, τῇ θερμῇ ἀρωγῇ σου· παραμυθίαν γάρ σε ἀληθῆ, καὶ προστασίαν κεκτήμεθα, Ἄχραντε.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν´ (50) Ψαλμός καὶ ὁ Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς· «Παραμύθει ἡμᾶς ὦ Παρθένε. Γερασίμου».

Ὠδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Πηγὴ εὐσπλαγχνίας τῆς θεϊκῆς, Κεχαριτωμένη, τὰς δεήσεις καὶ τὰς φωνάς, προσδέχου ἡμῶν Παραμυθία καὶ πολυτρόπων ἡμᾶς ῥῦσαι θλίψεων.
γγέλων ὑπάρχουσα Βασιλίς καὶ πάντων ἀνθρώπων, σωτηρία καὶ προσφυγή καὶ παραμυθία, Θεοτόκε, ἐν πάσῃ θλίψει ἡμᾶς παραμύθησαι.
υσθέντες τῆς πάλαι ἐπιδρομῆς, Ἁγνὴ Θεοτόκε, ἐκβοῶμέν Σοι ἐκ ψυχῆς· πάσης ἀπειλῆς ἐπερχομένης, Παραμυθία ἡμᾶς ἀπολύτρωσαι.
φθόρως τεκοῦσα τὸν Ποιητήν, Κεχαριτωμένη, Ἀειπάρθενε Μαριάμ, φθορᾶς παθημάτων καὶ κινδύνων, ταύτην τὴν μάνδραν σου φύλαττε ἄτρωτον.

Ὠδὴ γ´. Οὐρανίας ἀψῖδος.