Σάββατο, 22 Σεπτεμβρίου 2012

Μικρός παρακλητικός κανόνας της Παναγίας



Ποίημα Θεοστηρίκτου μοναχού ή Θεοφάνους.

Μικρός Παρακλητικός κανόνας ψάλλεται υπό των πιστών όπως χαρακτηριστικά αναφέρει το Μέγα Ωρολόγιον «εν πάσει περιστάσει και θλίψει ψυχής».
Ἱερεὺς.
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαὸς (Εαν λαϊκός άρχεται: Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.).
  Ψαλμός ρμβ΄ (142)
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου ἐμνήσθην ἡμερῶν ἀρχαίων ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου  ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι.Λαός:
Λαὸς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
  Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
        Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
  Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,    
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
  Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
      Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ  
 Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα, βοήθησον ἐφ' ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
 Ψαλμὸς ν΄(50)
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου· ἰδοὺ γὰρ  ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.  ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου  ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα, τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

 ῾Ο κανών . Ἦχος πλ. δ' ᾨδὴ α'  Εἱρμὸς    
» Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
Τροπάρια
῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πέμπτη, 20 Σεπτεμβρίου 2012

Παρακλητικός κανόνας στην Παναγία Φανερωμένη (Ροδόπης)



 Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ' ό το Θεός Κύριος και το εξής:
Ήχος δ'. Ο υψωθείς εν τω Σταυρώ.
Ως θησαυρόν της προς ημάς ευνοίας, την σην αγίαν Θεοτόκε Εικόνα, Κομοτηνής η πόλις εθησαύρισεν. όθεν μετά πίστεως, προς αυτήν καταφεύγει, άπασι παρέχουσαν, δωρεάς ουρανίους. ήν προσκυνούσα πόθω σοι βοά. χαίρε Παρθένε ημών η βοήθεια.

Δ ό ξ α, και Ν ύ ν. Το αυτό.
Ο Ν' ψαλμός και ο κανών ου η ακροστιχίς.
''Κομοτηνή εν σοι χαίρει Κόρη. Γερασίμου''.
Ω δ ή  α'. Ήχος πλ. δ'. Υγράν διοδεύσας.

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.
Ουράνιον δώρον ως αληθώς, δέδωκας τη πόλει Θεοτόκε Κομοτηνής, την σην χαριτόβρυτον Εικόνα, χάριν και έλεος πάσι πηγάζουσαν.
Μητρώαν αγάπην ως συμπαθής, επιδεικνυμένη, τοις προστρέχουσιν εκ ψυχής, τη θαυματοβρύτω σου Εικόνι, δεινών Παρθένε την λύσιν κομίζονται. 
Ω δ ή  γ'. Ουρανίας αψίδος.
Την πλουσίαν σου χάριν, και τα πολλά θαύματα, η Μακεδονία και Θράκη, Αγνή κηρύττουσι, και πάντες σπεύδουσι, τη ση Παρθένε Εικόνι, καθαγιαζόμενοι, ψυχάς και σώματα.
Η αγία Εικών σου, ως θαυμαστόν δώρημα, των Κομοτηναίων τη πόλει τη προμηθεία σου, Παρθένε δέδοται. ήν δυσπραγίας απάσης, ασινή διάσωζε, τη αντιλήψει σου.
Νοσημάτων την λύσιν, και των παθών ίασιν, και δυσχερειών των εν βίω, την απολύτρωσιν, δίδου εκάστοτε, Φανερωμένη Παρθένε, τοις ανενδοιάστω σοι, γνώμη προστρέχουσι.
Η πληθύς ευσεβούντων, πίστει θερμή ήθροισται, εκ των κύκλω πόλεων Κόρη, και η περίοικος, η της Ροδόπης σκιρτά, ως των πολλών δωρεών σου, πάντες απολαύοντες, εκ της Εικόνος σου.
Διάσωσον Φανερωμένη Παρθένε τους σους ικέτας, πάσης βλάβης και επηρείας και θλίψεως. ότι ση καταφεύγομεν προστασία.
Επίβλεψον εν ευμενεία….
Αίτησις και το Κ ά θ ι σ μ α Ήχος β'.
Πρεσβεία θερμή.
Πηγή αγαθών, Μορφή σου υπέρτιμος, και στέφος λαμπρόν, τη πόλει πεφανέρωται, Φανερωμένη Δέσποινα, Κομοτηνής τη ση αγαθότητι. ήν προσκυνούντες Παρθένε πιστώς, χαράς ουρανίου εμπιπλάμεθα.
Ω δ ή δ'. Εισακήκοα Κύριε.

Σάββατο, 15 Σεπτεμβρίου 2012

Ακολουθία Παναγίας του Χάρου



Ακολουθία της Υπεραγίας Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας της επονομαζομένης  «Του Χάρου» ης η αγία Εικών εν τη νήσω Λειψώ τεθησαύρισται1
ΑΥΓΟΥΣΤΟΥ ΚΓ’
Ποιηθείσα υπό Γερασίμου Μοναχού Μικραγιαννανίτου, Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας. Ελλείποντος Μικρού Εσπερινού προσετέθη τοιούτος, ως και εν τη Λιτή Ιδιόμελα, ποιηθέντα υπό του ελαχίστου εν Επισκόποις, Μητροπολίτου Ρόδου Κυρίλλου, τουπίκλην Κογεράκη.

ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ιστώμεν στίχ. δ’ και ψάλλομεν τα κάτωθι Στιχηρά Προσόμοια.
Ήχος α’. Των ουρανίων ταγμάτων.
Δεύτε πιστοί γηθοσύνως, πανηγυρίσωμεν, της μόνης Θεοτόκου, την Εικόνα τιμώντες˙ αφθόνως γαρ εκ ταύτης χάριν πολλήν, αρυόμεθα πάντοτε, και δι’ αυτής νοσημάτων παντοδαπών, και κινδύνων εκλυτρούμεθα.
Εν τω Ναώ της Παρθένου, δεύτε προσέλθωμεν, των ευσεβών οι δήμοι, ευσεβάστως βοώντες˙ Πανάχραντε Μαρία Μήτερ Θεού, εκ της θείας Εικόνος σου, ημίν ανάβλυσον πάσι τον γλυκασμόν, της προνοίας σου δεόμεθα.
Της μητρικής σου ευνοίας, κρήνην αέναον, ανέδειξας Παρθένε, την σεπτήν σου Εικόνα, εκ ταύτης ιαμάτων τους ποταμούς, τω λαώ σου πηγάζουσα˙ διο τιμώμέν σε πάντες ειλικρινώς, αίνον άδοντες τη δόξη σου.
Θαύμα Παρθένε οράται, εν τη Εικόνι σου, εκπλήττον διανοίας, των πιστώς προσιόντων˙ τα κρίνα γαρ δεικνύεις τα εν αυτή, θαυμαστώς αναθάλλοντα, και ευωδίαν εκπνέοντα εις ημών, αγαλλίασιν Θεόνυμφε.
Δόξα. Ήχος β’.
Θεοτόκε Παρθένε Πανύμνητε, την ευαγή σου Εικόνα, του Χάρου τη κλήσει κεκλημένην, θησαυρόν πολυτάλαντον ανέδειξας, της μητρικής προς ημάς σου χρηστότητος. Όθεν αυτή καταφεύγοντες, τον ασπασμόν του Αρχαγγέλου, ευφροσύνως μελωδούμέν σοι˙ Χαίρε Κεχαριτωμένη, ο Κύριος μετά σου, και δια σου  μεθ’ ημών, ο μόνος πολυέλεος.
Και νυν. Της Εορτής. Ο αυτός.
Η των ουρανών υψηλοτέρα υπάρχουσα, και των Χερουβίμ ενδοξοτέρα, και πάσης κτίσεως τιμιωτέρα˙ η δι’ υπερβάλλουσαν καθαρότητα, της αϊδίου ουσίας δοχείον γεγενημένη, εν ταις του Υιού χερσί, σήμερον την παναγίαν παρατίθεται ψυχήν, και συν αυτή πληρούνται τα σύμπαντα χαράς, και ημίν δωρείται το μέγα έλεος.
Εις τον Στίχον, Στιχηρά Προσόμοια.
Ήχος β’ . Οίκος του Εφραθά.
Σκεύος της μητρικής, υπάρχει χάριτός σου, Εικών σου η τιμία, τη κλήσει κεκλημένη, του Χάρου Μητροπάρθενε.
Στίχ. Μνησθήσομαι του ονόματός σου…
Άχραντε επί σοι, Λειψώ η νήσος χαίρει, την θείαν σου Εικόνα, ως θησαυρόν πλουτούσα, της σωστικής προνοίας σου.
     Στίχ. Το πρόσωπό σου λιτανεύουσιν οι πλούσιοι …
Δέσποινα αγαθή, τους πίστει παρεστώτας, τη θεία σου Εικόνι, προστάτευε απαύστως, εν βίου περιστάσεσι.
Δόξα. Τριαδικόν.
Πνεύματος του Πατρός, ο Λόγος επελεύσει, εκ σου ενανθρωπήσας, εχρήσατο ως θρόνον, Παρθένε ταις αγκάλαις σου.
Και νυν. Της Εορτής.
Ήθροισται ο χορός, Μαθητών παραδόξως, εκ των περάτων κόσμου, κηδεύσαί σου το σώμα το θείον και ακήρατον.
Νυν απολύεις, το Τρισάγιον, το Απολυτίκιον εκ του Μεγάλου Εσπερινού και Απόλυσις.
ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ.

Παρασκευή, 14 Σεπτεμβρίου 2012

Παναγίας Μαλεβής, Παρακλητικός Κανών


Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ' ὅ τὸ″ Θεός Κύριος ὡς συνήθως καὶ τό ἑξῆς:

Ἦχος δ΄: Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Θεοτόκου τῇ ἁγίᾳ Εἰκόνι, τῇ ἐν Movῇ τῆς Μαλεβῆς ἐκβλυζούσῃ, μύρον εὐῶδες θεῖον καὶ οὐράνιον, δεῦτε καὶ προσπέσωμεν, πρός αὐτὴν ἐκβοῶντες. Κόρη Μυροβλύτισσα, ἐκ παθῶν ἀκαθάρτων, καὶ ἐπηρείας πάσης τοῦ ἐχθροῦ, τοὺς τῇ Εἰκόνι σου σπεύδοντας λύτρωσαι.

Δόξα, και νῦν. ~Oμoιoν.
Ὡς τετοκυῖα τό ζωήρρυτον μύρον, σωματωθὲν ἐκ τῶν ἀγνῶν σου αἱμάτων, μύρον ἐκβλύζειν Δέσποινα ηὐδόκησας, τὴν σεπτὴν Εἰκόνα σου, τὰς ψυχὰς ἀγιάζον, καὶ διῶκον ἅπασαν, τῶν παθῶν δυσωδίαν. Ἀλλ' ἐκ παντοίων ῥύου πειρασμῶν, Θεογεννῆτορ, τοὺς σὲ μεγαλύνοντας.

Ὁ Ν΄. Καὶ ὁ Κανών οὗ ἡ ἀκροστιχίς.
«Σπεύδω Παρθένε σῷ θείῷ μύρῷ. Γερασίμου».
Ωδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Σαρκός ὁμοιώματι τῆς ζωῆς, τεκοῦσα τό μύρον, Μυροβλύτισσα Μαριάμ, τῷ μύρῳ Εἰκόνος σου τῆς θείας, τῆς τῶν παθῶν δυσωδίας με λύτρωσαι.

Πηγάζουσα μύρον ἡ σὴ Εἰκών, τῇ σῇ ἐπινεύσει, Θεοτόκε ἐν Μαλεβῇ, εὐφραίνει καί τέρπει καθ' ἐκάστην, τοὺς προσιόντας αὐτῇ μετὰ πίστεως.

Ἐπίβλεψον ὄμματι ἱλαρῷ, τοὺς τῇ σῇ Εἰκόνι, παρεστῶτας πανευλαβῶς, καὶ δίδου ἡμῖν Θεογεννῆτορ, τῶν αἰτημάτων ἁπάντων τὴν πλήρωσιν.

Ὑμνοῦμεν θαυμάτων σου την πληθύν, καὶ πίστει βοῶμεν, Μυροβλύτισσα Μαριάμ. Ἐκ πάσης ἀνάγκης τε καὶ βλάβης, ῥῦσαι ἡμᾶς μητρικῇ σου χρηστότητι.

Ωδὴ γ΄. Οὐρανίας ἁψίδος.
Δυσμενῶν ἀοράτων, ἐπιβουλῆς λύτρωσαι, καὶ ἀσθενειῶν πολυτρόπων, καὶ περιστάσεων, ὦ Μυροβλύτισσα, τοὺς ἐκ τοῦ θείου σου μύρου, εὐλαβῶς λαμβάνοντας, και σε δοξάζοντας.

Ὡς καρκίνου τό πάθος, τό χαλεπόν ἔπαυσας, χρίσει τοῦ ἁγίου σου μύρου, Παρθένε Ἄχραντε, οὕτω θεράπευσον, κ' ἀμὲ δεινῶς ἀσθενοῦντα, Κόρη Μυροβλύτισσα, ἵνα γεραίρω σε.
Παραδόξως ὁρᾶται, μύρου πηγή Ἄχραντε, ἐν τῇ Μαλεβῇ ἡ Εἰκών σου, πάντας ἐκπλήττουσα, καὶ θεραπεύουσα, νόσους ψυχῶν καὶ σωμάτων″ ὅθεν σου τὴν ἄφθονον χάριν κηρύττομεν.

Ἁγιάσματος οἶκος, ὡς ἀληθῶς πέφηνας″ ὅθεν ἁγιάζεις Παρθένε, τῷ θείῳ μύρῳ σου τοὺς καταφεύγοντας, ἐν Μαλεβῇ τῇ Μονῇ σου, καὶ τα μεγαλεῖα σου, Κόρη δοξάζοντας.

Διάσωσον, ὦ Μυροβλύτισσα Κόρη Θεογεννῆτορ, πάσης βλάβης και έπηρείας του δράκοντος, τοὺς χριομένους τῷ μύρῳ σου τῷ άγίῳ.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπι τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τό άλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Οι 24 οίκοι εις την νοητήν κλίμακα του Τιμίου Σταυρού



 Κοντάκιον. Ήχος πλ. δ’. Τη Υπερμάχω…

Ω τρισμακάριστε Σταυρέ και πανσεβάσμιε, σε προσκυνούμεν οι πιστοί και μεγαλύνομεν, αγαλλόμενοι τη θεία σου ανυψώσει. Αλλ’ ως τρόπαιον και όπλον απροσμάχητον, περιφρούρει τε και σκέπε τη ση χάριτι, τοις σοι κράζοντας· Χαίρε, Ξύλον μακάριον.

Οι οίκοι.
Άγγελοι ουρανόθεν, αοράτως κυκλούσι, Σταυρόν τον ζωηφόρον εν φόβω· και φωτοπάροχον χάριν λαμπρώς παρεχόμενον, νυν τοις πιστοίς βλέποντες, εξίστανται, και ίστανται βοώντες προς αυτόν τοιαύτα·
Χαίρε, Σταυρέ, οικουμένης φύλαξ· χαίρε, η δόξα της Εκκλησίας.
Χαίρε, ο πηγάζων αφθόνως ιάματα· χαίρε, ο φωτίζων του κόσμου τα πέρατα.
Χαίρε, ξύλον ζωομύριστον, και θαυμάτων θησαυρέ· χαίρε, συνθετοτρισόλβιε, και χαρίτων παροχεύ.
Χαίρε, ότι υπάρχεις υποπόδιον θείον· χαίρε, ότι ετέθης εις προσκύνησιν πάντων.
Χαίρε, κρατήρ του νέκταρος έμπλεως· χαίρε, λαμπτήρ της άνω λαμπρότητος.
Χαίρε, δι’ ου ευλογείται η κτίσις· χαίρε, δι’ ου προσκυνείται ο Κτίστης.
Χαίρε, Ξύλον μακάριον.

Βλέπουσα η Ελένη εαυτήν εν εφέσει, φησί τω Βασιλεί θαρσαλέως· Το παμπόθητόν σου της ψυχής ευχερέστατόν μου τη σπουδή φαίνεται· ζητούσα γουν το κράτιστόν σοι τρόπαιον, ως λέγεις, κράζω·
Αλληλούϊα.

Γνώσιν άγνωστον πρώην Βασίλισσα γνούσα, εβόησε προς τους υπουργούντας· Εκ λαγόνων της γης ευρείν εν τάχει, και δούναι τον Σταυρόν σπεύσατε, προς ον ιδούσα έφησεν εν φόβω, πλην κράζουσα ούτω·
Χαίρε, χαράς της όντως σημείον· χαίρε, αράς της αρχαίας λύτρον.
Χαίρε, θησαυρός εν τη γη φθόνω κρυπτόμενος· χαίρε, ο φανείς εν τοις άστροις τυπούμενος.
Χαίρε, τετρακτινοπύρσευτε και πυρίμορφε Σταυρέ· χαίρε, κλίμαξ υψοστήρικτε προοραθείσά ποτέ.
Χαίρε, το των Αγγέλων γαληνόμορφον θαύμα· χαίρε, το των δαιμόνων πολυστένακτον τραύμα.
Χαίρε, τερπνόν του Λόγου κειμήλιον· χαίρε, πυρός της πλάνης σβεστήριον.
Χαίρε, Σταυρέ, απορούντων προστάτα· χαίρε, στερρέ ευδρομούντων αλείπτα.
 Χαίρε, Ξύλον μακάριον.

Δύναμις η του Ξύλου, επιδέδεικται τότε, προς πίστωσιν αληθή τοις πάσι και την αφωνόν τε καί νεκράν προς ζωήν ανέστησε, φρικτόν θέαμα τοις μέλλουσι καρπούσθαι σωτηρίαν, εν τω μέλπειν ούτως·
Αλληλούϊα.

Έχουσα η Ελένη, το αήττητον όπλον, ανέδραμε προς τον ταύτης γόνον· ο δε, μέγα σκιρτήσας ευθύς, επιγνούς τον μέγιστον Σταυρόν, έχαιρε, και άλμασιν ως άσμασιν εβόα προς αυτόν τοιάυτα·
Χαίρε, Σταυρέ, του φωτός δοχείον· χαίρε, Σταυρέ, της ζωής ταμείον.
Χαίρε, ο δοτήρ χαρισμάτων του Πνεύματος· χαίρε, ο λιμήν ποντοπόρων αχείμαστος.
Χαίρε, τράπεζα βαστάζουσα ώσπερ θύμα τον Χριστόν· χαίρε, κλήμα, βότρυν πέπειρον, φέρον οίνον μυστικόν.
Χαίρε, ότι τα σκήπτρα των ανάκτων φυλάττεις· χαίρε, ότι τας κάρας των δρακόντων συνθλάττεις.
Χαίρε, λαμπρόν της πίστεως γνώρισμα· χαίρε, παντός του κόσμου διάσωσμα.
Χαίρε, Θεού προς θνητούς ευλογία· χαίρε, θνητών προς Θεόν μεσιτεία.
Χαίρε, Ξύλον μακάριον.

Ζήλον ένδοθεν θείον, η Ελένη λαβούσα, εζήτησε και εύρε σπουδαίως, τον εν γη κρυπτόμενον Σταυρόν, και δεικνύμενον εν ουρανώ Άνακτι· ον ύψωσε· και βλέπων το πολίτευμα, εν πίστει έφη·
Αλληλούϊα.

Ηλιόμορφος ώφθη, ο Σταυρός εν τω κόσμω, και πάντες φωτισμού εμπλησθέντες, και δραμόντες ως προς αστέρα θεωρούσι τούτον ως καλών αίτιον, εν ταις χερσί ταις θείαις υψωθέντα· ον υμνούντες είπον·
Χαίρε, αυγή νοητού Ηλίου· χαίρε, πηγή ακενώτου μύρου.
Χαίρε, του Αδάμ και της Εύας ανάκλησις· χαίρε, των αρχόντων του άδου η νέκρωσις.
Χαίρε, ότι ανυψούμενος συνανυψοίς νυν ημάς· χαίρε, ότι προσκυνούμενος καθαγιάζεις τας ψυχάς.
Χαίρε, των Αποστόλων κοσμοκήρυκτον κλέος· χαίρε, των αθλοφόρων ευμενέστατον σθένος.
Χαίρε, Σταυρέ, Εβραίων ο έλεγχος· χαίρε, πιστών ανθρώπων ο έπαινος.
Χαίρε, δι’ ου κατεβλήθη ο άδης· χαίρε, δι’ ου ανατέταλκε χάρις.
Χαίρε, Ξύλον μακάριον.

Θεοβράβευτον Ξύλον, θεωρήσαντες πάντες, τη τούτου νυν προσέλθωμεν σκέπη· και ως όπλον κρατούντες αυτό, δι’ αυτού τροπούμεν των εχθρών φάλαγγας, και ψαύοντες τον άψαυστον, τοις χείλεσιν αυτώ βοώμεν·
Αλληλούϊα.

Ίδε φως ουρανόθεν, ο Κωνσταντίνος ο μέγας, δεικνύμενον Σταυρού το σημείον, δι’ αστέρων, εν ω και νικάν πολεμίων πληθύν, έσπευσε το Ξύλον φανερώσαι, και βοήσαι προς αυτό τοιαύτα·
Χαίρε, βουλής της αρρήτου πέρας· χαίρε, λαού ευσεβούντως κέρας.
Χαίρε, πολεμίων ο τρέπων τας φάλαγγας· χαίρε, φλοξ καθάπερ φλέγων τους δαίμονας.
Χαίρε, σκήπτρον επουράνιον του Βασιλέως του στρατού· χαίρε, τρόπαιον αήττητον του φιλοχρίστου στρατού·
Χαίρε, ο των βαρβάρων την αφρύν καταβάλλων· χαίρε, ο των ανθρώπων τας ψυχάς περιέπων.
Χαίρε, κακών πολλών αμυντήριον· χαίρε, καλών πολλών βραβευτήριον.
Χαίρε, δι’ ου Χριστοφόροι σκιρτώσι· χαίρε, δι’ ου Ιουδαίοι θρηνούσι.
Χαίρε, Ξύλον μακάριον.

Κλίμαξ ουρανομήκης, ο Σταυρός του Κυρίου εγένετο· τους πάντας ανάγων από γης προς ύψος ουρανού, τοις χοροίς Αγγέλων συνοικείν πάντοτε, αφέντας τα νυν όντα ως μη όντα, και ειδότας ψάλλειν·
Αλληλούϊα.

Λάμψας φως επί πάσιν, ο Σωτήρ τοις εν άδη εφώτισας τους κάτω κειμένους· πυλωροί δε άδου την αυγήν μη ενέγκαντές σου, ως νεκροί πεπτώκασιν· οι τούτων δε ρυσθέντες, νυν ορώντες τον Σταυρόν βοώσι·
Χαίρε, ανάστασις τεθνεώτων· χαίρε, παράκλησις των πενθούντων.
Χαίρε, των ταμείων του άδου η κένωσις· χαίρε, Παραδείσου τρυφής η απόλαυσις.
Χαίρε, ράβδος η ποντίσασα τον Αιγύπτιον στρατόν· χαίρε αύθις, η ποτίσασα Ισραηλίτην λαόν.
Χαίρε, έμψυχον Ξύλον, του Ληστού σωτηρία· χαίρε, εύοσμον ρόδον, ευσεβών ευωδία.
Χαίρε, τροφή πεινώντων εν πνεύματι· χαίρε, σφραγίς, ην έλαβον άνθρωποι.
Χαίρε, Σταυρέ, μυστυρίων η θύρα· χαίρε, εξ ου ρείθρα χέονται θεία.
Χαίρε, Ξύλον μακάριον.

Μέλλοντος Μωϋσέως, το πολύμοχθον γένος, λυτρώσασθαι εκ του λυμεώνος, επεδόθης ως ράβδος αυτώ, αλλ’ εγνώσθης τούτο και Θεού σύμβολον· διόπερ κατεπλάγη σου Σταυρέ, την δυναστείαν κράζων·
Αλληλούϊα.

Νόμον ο εν Σιναίω, τω Θεόπτη δους παλαί, Σταυρώ εθελοντί προσηλούται, υπέρ άνομων ανόμως ανδρών, και κατάραν νόμου παλαιάν έλυσεν, ίνα Σταυρού την δύναμιν ορώντες, άπαντες νυν, βοώμεν·
Χαίρε, ανόρθωσις πεπτοκότων· χαίρε, κατάπτωσις κοσμολάτρων.
Χαίρε, Αναστάσεως Χριστού το εγκαίνισμα· χαίρε, μοναζόντων το θείον εντρύφημα.
Χαίρε, δένδρον ευσκιόφυλλον, υφ’ ου σκέπονται πιστοί· χαίρε, ξύλον προφητόφθεγκτον, πεφυτευμένον εν γη.
Χαίρε, της Βασιλείας κατ’ εχθρών συμμαχία· χαίρε, της πολιτείας κραταιά προστασία.
Χαίρε, Κριτού δικαίου φανέρωσις· χαίρε, βροτών πταιόντων κατάκρισις.
Χαίρε, Σταυρέ, ορφανών αντιλήπτορ· χαίρε, Σταυρέ, πλουτιστά των πενήτων.
Χαίρε, Ξύλον μακάριον.

Ξένον θαύμα ιδόντες, ξένον βίον βιώμεν, τον νουν εις ουρανόν ανυψούντες· δια τούτο γαρ εν τω Σταυρώ ο Χριστός επάγη, και σαρκί πέπονθε, βουλόμενος ελκύσαι προς το ύψος, τους αυτώ βοώντας·
Αλληλούϊα.

Όλος ήλθεν εξ ύψους, την Θεότηταν έχων, ο μόνος προαιώνιος Λόγος· και τεχθείς εκ Παρθένου Μητρός, και φανείς τω κόσμω ταπεινός άνθρωπος, Σταυρόν καταδεξάμενος, εζώωσε αυτώ βοώντας·
Χαίρε, Σταυρέ της ειρήνης όπλον· χαίρε, βαλβίς των οδοιπορούντων.
Χαίρε, σωζομένων σοφία και στήριγμα· χαίρε, απολλυμένων μωρία και σύντριμμα.
Χαίρε, εύκαρπον, αθάνατον, και ζωηφόρον φυτόν· χαίρε άνθος, όπερ ήνθησε την σωτηρίαν ημών.
Χαίρε, ότι συνάπτεις τα εν γη συν τοις άνω· χαίρε, ότι φωτίζεις τας καρδίας των κάτω.
Χαίρε, δι’ ου φθορά εξωστράκισται· χαίρε, δι’ ου η λύπη ηφάνισται.
Χαίρε, κάλων μυριάριθμος όλβος· χαίρε, πιστών μυριώνυμον εύχος.
Χαίρε, Ξύλον μακάριον.

Πέπτωκε των δαιμόνων, η παμβέβηλος φάλαγξ, και γένος των Εβραίων ησχύνθη, προσκυνούμενον τον Σταυρόν παρά πάντων, μετά πόθου βλέποντες, αεί δε αναβλύζοντα ιάματα τοις εκβοώσιν.
Αλληλούϊα.

Ρεύματα συνεστάλη, λογισμών κακοδόξων, παγέντος σου Χριστέ επί ξύλου· απορούσι γαρ όντως το, Πως και Σταυρόν υπέστης, και φθοράν πέφευγας· ημείς δε την Ανάστασιν δοξάζοντες, αναβοώμεν.
Χαίρε, σοφίας Θεού το ύψος· χαίρε, προνοίας αυτού το βάθος.
Χαίρε, μωρολόγων αλόγων η άγνοια· χαίρε, μαντιπόλων αφρόνων απώλεια.
Χαίρε, ότι την Ανάστασιν εμφανίζεις του Χριστού· χαίρε, ότι τα παθήματα ανακαινίζεις αυτού.
Χαίρε, των πρωτοπλάστων την παράβασιν λύσας· χαίρε, του Παραδείσου τας εισόδους ανοίξας.
Χαίρε Σταυρέ, τοις πάσι σεβάσμιε· χαίρε, εθνών απίστων αντίπαλε.
Χαίρε Σταυρέ, ιατρέ των νοσούντων· χαίρε, αεί βοηθέ των βοώντων.
Χαίρε, Ξύλον μακάριον.

Σώσει θέλων των κόσμον, ο του κόσμου κοσμήτωρ, κατήλθε προς αυτόν απορρήτως· και Σταυρόν υπέστη, Θεός ων, δι’ ημάς, τα πάντα καθ’ ημάς δέχεται· διό και λυτρωσάμενος ημάς, ακούει παρά πάντων·
Αλληλούϊα.

Τείχος της οικουμένης, ω Σταυρέ ζωηφόρε, απόρθητον και θείον νοούμεν· ο γαρ του ουρανού και της γης, κατασκευάσας σε Ποιητής, τάννυσι τας χείρας, ξένον άκουσμα· και άπαντας εκφωνείν διδάσκει·
Χαίρε, η βάσις της ευσεβείας· χαίρε, το νίκος της κληρουχίας.
Χαίρε, Αμαλήκ νοητόν ο τροπούμενος· χαίρε, Ιακώβ ταις χερσί προτυπούμενος.
Χαίρε, συ γαρ ανεμόρφωσας τας παλαιτάτας σκιάς· χαίρε, συ γαρ ανεπλήρωσας προφητοφθέγκτους φωνάς.
Χαίρε, ο τον Σωτήρα των απάντων βαστάσας· χαίρε, ο τον φθορέα των ψυχών καταργήσας.
Χαίρε, δι’ ου Αγγέλοις ηνώθημεν· χαίρε, δι’ ου φωτί κατηυγάσθημεν.
Χαίρε, σε γαρ προσκυνούμεν τιμώντες· χαίρε, σοι γαρ προσφωνούμεν βοώντες·
Χαίρε, Ξύλον μακάριον.

Ύμνος άπας μειούται, συνακολουθείν θέλων, τω πληθεί των πολλών σου θαυμάτων· εγκωμίων πληθύν και γαρ αν προσάξωμέν σοι, ω Σταυρέ τίμιε, ουδέν τελούμεν άξιον, ων δέδωκας ημίν· αλλ’ ουν βοώμεν·
Αλληλούϊα.

Φωτοπάροχχον αίγλην, τοις εν σκότει δωρείται, Σταυρός ο ζωοδώρητος ούτος· το γαρ άϋλον δέδεκται φως, και προς γνώσιν θείαν δαδουχεί άπαντας· υψοί δε νυν υψούμενος τον νουν ημών, αναμέλπειν ταύτα·
Χαίρε, φωστήρ, τοις εν σκότει φαίνων· χαίρε, αστήρ τον κόσμον αυγάζων.
Χαίρε, αστραπή, χριστοκτόνους αμβλύνουσα· χαίρε, η βροντή, τους απίστους εκπλήττουσα.
Χαίρε, ότι κατελάμπρυνας Ορθοδόξων τους χορούς, χαίρε, ότι κατηδάφισας των ειδώλων τους βωμούς.
Χαίρε, ούπερ ο τύπος ουρανόθεν εφάνη· χαίρε, ούπερ η χάρις πονηρίας ελαύνει.
Χαίρε, σαρκός σημαίνων την νέκρωσιν· χαίρε, παθών ο κτείνων επέγερσιν.
Χαίρε, εν ω ο Χριστός εσταυρώθη· χαίρε, δι’ ου πας ο κόσμος εσώθη.
Χαίρε Ξύλον, μακάριον.

Χάριν δούναι θελήσας, ο Χριστός τοις ανθρώποις, τας χείρας επί ξύλου εκτείνει, και τα έθνη πάντα συγκαλεί, και βασιλείαν πάσιν ουρανών δίδωσι, τοις μέλπουσι τον ύμνον επαξίως, και πιστώς βοώσιν·
Αλληλούϊα.

Ψάλλοντές σου τον ύμνον, ευφημούμεν εκ πόθου, ως έμψυχον Κυρίου σε Ξύλον· επί σοι γαρ παγείς εν σαρκί, ο δεσπόζων των δυνάμεων, ηγίασεν, εδόξασεν, εδίδαξε βοάν σοι ταύτα·
Χαίρε, Σταυρέ, νοητή ρομφαία· χαίρε, Αγίων άγιον βλέμμα.
Χαίρε, Προφητών και Δικαίων προκήρυγμα· χαίρε, του Χριστού λαμπροφόρον στρατήγημα.
Χαίρε, κάλλος και διάδημα βασιλέων ευσεβών· χαίρε, κράτος και οχύρωμα ιερέων ευλαβών.
Χαίρε, της αληθείας ευκλεέστατος κόσμος· χαίρε, της σωτηρίας ευτυχέστατος όρμος.
Χαίρε, φαιδρόν απάντων αγλάϊσμα· χαίρε, υιών της Άγαρ φυγάδευμα.
Χαίρε, φωτός ακηράτου λυχνία· χαίρε, ψυχής της εμής θυμηδία.
Χαίρε Ξύλον, μακάριον.

Ω πανύμνητον Ξύλον, το βαστάσαν τον πάντων Αγίων, αγιώτατον Λόγον (τρις)· δεδεγμένων ημώς τα λιτάς, από πάσης ρύσαι συμφοράς άπαντας, και αιωνίου λύτρωσαι κολάσεως τους σοι βοώντας·
Αλληλούϊα.

Άγγελοι ουρανόθεν, αοράτως κυκλούσι, Σταυρόν τον ζωηφόρον εν φόβω· και φωτοπάροχον χάριν λαμπρώς παρεχόμενον, νυν τοις πιστοίς βλέποντες, εξίστανται, και ίστανται βοώντες προς αυτόν τοιαύτα·
Χαίρε, Σταυρέ, οικουμένης φύλαξ· χαίρε, η δόξα της Εκκλησίας.
Χαίρε, ο πηγάζων αφθόνως ιάματα· χαίρε, ο φωτίζων του κόσμου τα πέρατα.
Χαίρε, ξύλον ζωομύριστον, και θαυμάτων θησαυρέ· χαίρε, συνθετοτρισόλβιε, και χαρίτων παροχεύ.
Χαίρε, ότι υπάρχεις υποπόδιον θείον· χαίρε, ότι ετέθης εις προσκύνησιν πάντων.
Χαίρε, κρατήρ του νέκταρος έμπλεως· χαίρε, λαμπτήρ της άνω λαμπρότητος.
Χαίρε, δι’ ου ευλογείται η κτίσις· χαίρε, δι’ ου προσκυνείται ο Κτίστης.
Χαίρε, Ξύλον μακάριον.

Τετάρτη, 12 Σεπτεμβρίου 2012

Παρακλητικός Κανών στην Αγία Οσιομάρτυρα Θεοδώρα την εν Βάστα Πελοποννήσου


Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου
  
Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι  οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν  ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα  πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Τῶν δωρεῶν τῶν θεϊκῶν ἐντρυφώσα, Ὁσιομάρτυς τοῦ Χριστοῦ Θεοδώρα, ὑπέρ ἠμῶν ἱκέτευε δεόμεθα, ὅπως λυτρωθείημεν, πειρασμῶν καί κινδύνων, καί παντοίων θλίψεων,
οἱ τῷ θείω ναῶ σου, μετά σπουδῆς προστρέχοντες ἀεί, καί τήν θερμήν σου, αἰτοῦντες βοήθειαν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Πέμπτη, 6 Σεπτεμβρίου 2012

Παράκλησις Παναγίας Τρικορφιώτισσας Δωρίδος Φωκίδος

15 Αυγούστου (Χαραλάμπους Μπούσια, nektarios.gr

Ὁ Ἱερεύς ἄρχεται τῆς Παρακλήσεως μέ τήν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μή ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδιάσεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσακουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καί ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τά ἔθνη ἐκύκλωσάν με καί τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς εὐλαβῶς ἀσπαζομένους μορφήν Σου, Τρικορφιώτισσα Κυρία Παρθένε, Τρικόρφου περισκέπουσαν τὰς θείας Μονάς, καὶ πιστῶν τὸν σύλλογον ἐν αὐτῷ κατοικούντων, ῥύου πάσης θλίψεως καὶ παντοίας ἀνάγκης, καὶ πειρασμῶν κινδύνων ζοφερῶν, ἀσθενημάτων, καὶ βλάβης τοῦ ὄφεως.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι. Και νυν και αεί και εις τους αιώνας των αιώνων.Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμέν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοῦ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοῦ γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μέ ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα, ὁ Κανών, φέρων ἀκροστιχίδα: Τρικορφιώτισσα, μονοτρόποις βοήθει. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τρικόρφου προστάτις καὶ ἀρωγός, δυάδος σεμνείων, καὶ κατοίκων αὐτοῦ πιστῶν, ὑπάρχεις Κυρία Θεοτόκε, Τρικορφιώτισσα Μῆτερ Πανάχραντε.
Ῥεόντων ἁπάντων τε καὶ φθαρτῶν, ἡμᾶς ἀνωτέρους, τήρει Μῆτερ τοῦ Λυτρωτοῦ, τοὺς Σοὶ καταφεύγοντας ἐν πίστει, Τρικορφιώτισσα κόσμου διάσωσμα.
Ἰδεῖν καλλὸς ἄῤῥητον τῆς μορφῆς, Υἱοῦ Σου πανσέπτου, καταξίωσον οὐρανοῦ, ἐν δόμοις τοὺς πόθῳ Σὲ ὑμνοῦντας, Τρικορφιώτισσα Θεογεννήτρια.
Κατάπαυσον πάθη τὰ χαλεπά, ἡμῶν Σὲ τιμώντων, καὶ σπευδόντων ταῖς Σαὶς εὐχαῖς, πρὸς Τόκον Σου Κεχαριτωμένη, Τρικορφιώτισσα πάντας τὸν σώζοντα.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος
Οὐρανῶν κληρονόμους Μῆτερ Θεοῦ ἄχραντε, καὶ χαρᾶς μετόχους τοῦ πόλου, Τρικορφιώτισσα, δεῖξον τοὺς πίστει μορφήν, Σὴν ἱερὰν προσκυνοῦντας, ἀρωγῆς Σου νάματα, πᾶσιν ἐκβλύζουσιν.
Ῥαντισμῷ Σῆς προνοίας τοὺς Σοὺς θερμοὺς πρόσφυγας, Μῆτερ καθαγίαζε πάντας, Τρικορφιώτισσα, σεπτῆς δυάδος μονῶν, φρουρὲ Τρικόρφου καὶ σκέπη, ἀντιλῆπτορ ἔφορε, καὶ παραμύθιον.