Δευτέρα 30 Ιουλίου 2012

Ακολουθία αγίας Ευπραξίας 25 Ιουλίου


(Ποίημα Ἡγουμένης Εὐπραξίας Δοκοῦ, Ἱ. Μ. Ἁγ. Εὐπραξίας Δοκοῦ Ὕδρας, 1874.)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ΄. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ἐπινεύσει θεϊκῇ, κόσμου τὴν τερπνότητα μῆτερ, χαίρουσα ἔλιπες, τότε προετίμησας, τῆς εὐρυχώρου ὁδοῦ, τὴν στενὴν καὶ ἐπώδυνον, καὶ λίαν τραχεῖαν, ὅθεν φροντιστήριον ψυχῶν κατέλαβες, σχῆμα, ἐνεδύθης το θεῖον, τῇ ἀποφυγῇ καὶ γυμνώσει, πάντων τῶν παθῶν θεομακάριστε.

Λόγου, τοῦ φανέντος ἐπὶ γῆς, νύμφη ἐκλεκτὴ ἀνεδείχθης, ἐκ βρέφους μῆτερ σεμνή, κάλλει διαλάμπουσα ἐνθέων πράξεων, καὶ τῆς θείας ἀσκήσεως, φαιδραῖς ἀγλαΐαις, ὅθεν τὸν οὐράνιον θάλαμον ᾤκησας, ἔνθα, ὡς Παρθένος Ὁσία, πάντοτε χορεύουσα πάντων, τῶν μνημονευόντων σε μνημόνευε

Δόξαν, παριδοῦσα τὴν φθαρτήν, δόξης τῆς ἀφθάρτου καὶ θείας, κατηξιώθης σεμνή, πᾶσαν γὰρ ἐπάτησας, βίου τερπνότητα, τὸν τῷ ὄντι τερπνότατον, Χριστὸν Εὐπραξία, ἄγαν ἐπεπόθησας τὸν σὲ λυτρώσαντα, κόσμου, τρικυμίας καὶ ζάλης, καὶ τῷ γαληνῷ καὶ φωσφόρῳ, βίῳ καθορμίσαντά σε πάνσεμνε.

Κλῆσιν, τὴν φερώνυμον πλουτεῖς, ἐκ τῆς τοῦ Θεοῦ προμηθείας, ταύτην ταῖς πράξεσιν, μῆτερ ἐπεσφράγισας, καὶ ἐβεβαίωσας διὰ γὰρ τῆς ἀσκήσεως, τὴν λίαν τραχεῖαν, τρίβον σὺ ἐβάδισας, διὸ καὶ ἔφθασας πρὸς τὰς οὐρανίους σκηνώσεις, ἔνθα, τῶν Ὁσίω χορεῖαι, καὶ χαρὰ ὑπάρχει ἡ ἀνέκφραστος.

Δόξα. Ἦχος β΄.
Τῶν ἐν τῷ βίῳ πραγμάτων, καταφρονήσασα μῆτερ Εὐπραξία, ὅτε τὴν ἄνω πολιτείαν ἐπεπόθησας, πλοῦτον ἐβδελύξω, ἐνδυσαμένη ταπείνωσιν τρυφὴν ἐμίσησας, καὶ ἐπεσπάσω τὴν ἐγκράτειαν, τοῦ δὲ παρόντος βίου τὸ ἄστατον, πέλαγος σοφῶς διαπεράσασα, εἰς εὔδιον λιμένα κατήντησας, Χριστὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ΄.
Δεῦτε ἅπαντες πιστοί, τὴν τῶν δικαίων μνήμην φαιδρῶς ἑορτάσωμεν, Ἰωακεὶμ καὶ Ἄννης τῶν προπατόρων σήμερον, ὅτι ἔτεκες ἡμῖν τὴν Μητέρα τοῦ Σωτῆρος, Μαρίαν τὴν ἀμώμητον, ὅθεν πρὸς αὐτοὺς ἀνακράξωμεν· ζεῦγος ἁγιόλεκτον, ξυνωρίς ἁγία καὶ θεοτίμητε, τὸν ἐκ τῆς ὀσφύος ὑμῶν ἀνατείλαντα Χριστὸν τὸν Θεόν, Αὐτὸν ἱκετεύσατε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσιν.
Παρθενίαν ἀκήρατον, ἐμμελῶς ἐξασκήσασα, ἐνυμφεύθης χαίρουσα τῷ ποιήσαντι, ἀρνησαμένη τὴν πρόσκαιρον, ἀπόλαυσιν ἔνδοξε, καὶ ἀσκήσασα στεῤῥῶς, καὶ τὸν δρόμον τελέσασα, κατηξίωσαι, οὐρανίου παστάδος Εὐπραξία, τοῖς τιμῶσί σε δυσώπει, χάριν δοθῆναι καὶ ἔλεος.

Στ.: Ὑπομένων, ὑπεμεινα τὸν Κύριον, καὶ προσέσχες μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Τὸ ὡραῖον τοῦ σώματος, εἰς τὸ πρῶτον ἀξίωμα, Εὐπραξία ἔνδοξε μετεῤῥύθμισας, κόσμον λιποῦσα τὸν πρόσκαιρον, ἀρετῶν φαιδρότησι, κατεκάλλυνας σαυτήν, καὶ τοῦ Κτίστου ἐνδέδυσαι, καταγώγιον, καὶ τερπνὴ θυμηδία τοῦ Κυρίου, ἀνυμνοῦμέν σε Ὁσία, πνευματικοῖς μελωδήμασι.


Στ.: Καὶ ἔστησεν ἐπὶ πέτρα τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ἐγκρατείᾳ τὸ σῶμά σου, Εὐπραξία νεκρώσασα, τὴν ψυχὴν ἐκόσμησας καὶ ἡτοίμασας, καὶ οἰκητήριον Πνεύματος, σαυτὴν ἀπετέλεσας, καὶ συνήφθης μυστικῶς, τῷ Νυμφίῳ καὶ Κτίστῃ σου, Ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Δόξα. Ἦχος β΄.
Ὁσία μῆτερ, ἐκ βρέφους τὴν ἀρετήν, ἐπιμελῶς ἀσκήσασα, ὄργανον γέγονας τοῦ Ἁγίου Πνεύματος. Καὶ παρ’ Αὐτοῦ λαβοῦσα, τῶν θαυμάτων τὴν ἐνέργειαν, Εὐπραξία παμμακάριστε. Νῦν δὲ τῷ θείῳ φωτί, καθαρώτερον ἐλλαμπομένη, φώτισον καὶ ἡμῶν τὰς διανοίας, Ὁσία Μῆτερ ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Τίς ὁ δῆμος τῶν συναθροισθέντων παραγίνεται, ἐν τῷ πανσέπτῳ ναῷ τῶν Προπατόρων, εὐλαβῶς συγχάρητε κραυγάζοντες, μερόπων γένος σήμερον, ὅτι ἡ Ἄννα ἀπὸ γῆς μεθίσταται πρὸς Κύριον, Αὐτῷ παρεστῶσα, καὶ ἡμῖν αἰτοῦσα, τοῦ δοθῆναι ἱλασμόν, τοῖς πίστει τελοῦσι ταύτης τὴν κοίμησιν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Τῆς Ὁσίας Ἦχος δ'. Ταχὺ προκατάλαβε
Ἐκ βρέφους ποθήσασα τὸν σὸν Νυμφίον Χριστόν, τὸν κόσμον κατέλιπες, καὶ τα τοῦ κόσμου τερπνά, καὶ ἤσκησας ἄριστα, ἄΰλον γὰρ ἐν ὕλῃ, ἐπιδείξασα βίον, εἴληφας Εὐπραξία, οὐρανῶν βασιλειαν, ἐν ᾗ νῦν αὐλιζομένη, μνήσθητι τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν. Τῶν Προπατόρων. Ὅμοιον

Ζωὴν τὴν κυήσασαν ἐκυοφόρησας, ἁγνὴν Θεομήτορα, θεόφρον Ἄννα· διὸ πρὸς λῆξιν οὐράνιον, ἔνθα εὐφραινομένων, κατοικία ἐν δόξῃ, χαίρουσα νῦν μετέστης, τοῖς τιμῶσί σε πόθῳ, πταισμάτων αἰτουμένη, ἱλασμὸν ἀειμακάριστε.

Ἀπόλυσις.



 ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Προμήτορος. Ἦχος α'. Ὢ τοῦ παραδόξου θαύματος
Ἴδε φωταυγὴς πανήγυρις, καὶ φαιδρὰ ἡμέρα, καὶ κοσμοχαρμόσυνος, ἡ κοίμησις ἡ σεπτὴ καὶ ἀξιέπαινος, τῆς Ἄννης τῆς εὐκλεοῦς, ἐξ ἧς ἐτέχθη Ζωὴν ἡ κυήσασα, ἡ ἔμψυχος Κιβωτός, ἡ τὸν ἀχώρητον Λόγον χωρήσασα, ἡ τῆς ἀθυμίας λύσις, καὶ χαρὰς ἡ πρόξενος, ἡ παρέχουσα πᾶσι, τοῖς πιστοῖς τὸ μέγα ἔλεος.

Ὢ τοῦ παραδόξου θαύματος! ἡ ζωῆς τὴν πηγήν, θαυμαστῶς κυήσασα, τὴν μόνην ἐν γυναιξίν, εὐλογημένην Ἁγνήν, μεθίσταται ἐκ ζωῆς, τῆς ἐπικήρου πρὸς τὴν ἀτελεύτητον, ἡ Ἄννα ἡ εὐκλεής, γῆθεν ἀρθεῖσα πρὸς τὰ οὐράνια, συνευφραινομένη δήμοις, τῶν Ἀγγέλων σήμερον, ἧσπερ νῦν τὴν ἁγίαν, ἑορτάζομεν πανήγυριν.

Σήμερον φαιδρὰν πανήγυριν, τῶν πιστῶν χορεῖαι, τῇ σεπτῇ κοιμήσει σου, τελοῦμεν πανευλαβῶς, ἐν θείῳ Πνεύματι· ἐφέστηκε γὰρ ἡμῖν, τῶν ἰαμάτων ἀστράπτουσα χάριτας, καὶ φλέγουσα πονηρά, ἐν ἀερίων πνευμάτων συστήματα, καὶ φωταγωγοῦσα φρένας, τῶν πιστῶς ὑμνούντων σου, ἀξιάγαστε, Ἄννα, τὴν σεβάσμιον μετάστασιν.

Τῆς Ὁσίας. Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασιν.
Ποίοις,εὐφημιῶν στέμμασιν, στεφανώσωμεν τὴν Εὐπραξίαν, ἣν Τριὰς αὐτὴ ἐστεφάνωσεν, ὡς τοῦ Χριστοῦ πάγκαλος νύμφη, τὴν ἁγνὴν παρθένον καὶ Ὁσίαν, τὴν πάντα, τὰ τῶν δαιμόνων στίφη τρέψασαν, καὶ πάσας αὐτῶν ἐνέδρας καταβάλλουσα, τὴν τῶν θαυμάτων πλημμύραν, τὸ σκεῦος τὸ θεῖον ὃ ἐδόξασε ὁ Χριστός, ποικίλοις χαρίσμασιν, ὁ ἔχων τὸ μέγα ἔλεος.

Ποίοις, ὑμνωδιῶν κάλλεσιν, εὐφημήσωμεν τὴν Εὐπραξίαν, τὴν τῶν ἀσκουσῶν ἐγκαλλώπισμα, καὶ τῆς παρθενίας ἀγλάϊσμα, τῆς θαυματουργίας τὴν πλημμύραν, τὸ μέγα, τῆς ταπεινώσεως ὑπόδειγμα, καὶ πάντων των ἀρετῶν, δοχεῖον πάνσεπτον, τὴν ἰσάγγελον βιοῦσαν, τὴν πλουτοῦσαν πάντας, τῶν θαυμάτων τὸν θησαυρόν, τὴν Χριστοῦ νύμφην τὴν πάνσεπτον, τὴν ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσαν.

Ποίοις, ἀσκητικοῖς ἔπεσιν, ἐπαινέσωμεν τὴν Εὐπραξίαν, τὴν ἐν ἀρεταῖς ἀναλάμψασαν, θαύμασι μεγίστοις καὶ τέρασι, τὴν φαιδρῶς Χριστὸν μεμνηστευμένη, τὸ μέγα, παρθενευόντων σεμνολόγημα, καὶ πασῶν ἀσκητριῶν τὸ ἐγκαλλώπισμα, ῥόδον τὸ εὔοσμον κόσμου, καὶ πιστῶν τὸ κλέος, τὴν δι’ ἧς ὁ Χριστός, τοῖς πᾶσι χαρίζεται, τῶν θαυμάτων τὰ παράδοξα.

Δόξα. Τῆς Ὁσιας. Ἦχος πλ. δ'.
Ἐν πυρίνῳ ἅρματι τῶν ἀρετῶν, ἐπιβᾶσα Εὐπραξία παρθένε, ἔφθασας πρὸς πόλιν τὴν ἄνω Ἱερουσαλήμ, ἐν ᾗ κατέπαυσας ἀπὸ πάντων τῶν ἔργων, σαββατίσασα σαββατισμὸν αἰώνιον. Διὸ καὶ ἡμεῖς ἀνυμνοῦντες βοῶμέν σοι· μῆτερ ἁγιωτάτη, ἀσκουσῶν ἐγκαλλώπισμα, ἀδιαλείπτως πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός. Ἀνατολίου
Οἱ ἐξ ἀκάρπων λαγόνων, ῥάβδον ἁγίαν τὴν Θεοτόκον βλαστήσαντες, ἐξ ἧς ἡ σωτηρία τῷ κόσμῳ ἀνέτειλε, Χριστὸς ὁ Θεός, τὸ ζεῦγος τὸ ἄμωμον, ἡ ξυνωρὶς ἡ ἁγία, Ἰωακεὶμ καὶ Ἄννα· οὗτοι μεταστάντες πρὸς οὐρανίους σκηνάς, σὺν τῇ αὐτῶν θυγατρί, ὑπεραχράντῳ Παρθένῳ, μετ' Ἀγγέλων χορεύουσιν, ὑπὲρ τοῦ κόσμου πρεσβείαν ποιούμενοι, οὓς καὶ ἡμεῖς συνελθόντες, εὐσεβῶς ὑμνοῦντες λέγομεν· οἱ διὰ τῆς θεόπαιδος καὶ πανάγνου Μαρίας, προπάτορες Χριστοῦ χρηματίσαντες, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 και 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν, αὐτούς, καὶ ὡς ὁλοκαρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α'
Τὴν ἀπαρχὴν τῆς ἡμῶν σωτηρίας, φαιδρῶς ἡ γεννήσασα, σήμερον ἐκ γῆς μεθίσταται, Ἄννα ἡ πανσεβάσμιος. Δεῦτε οὖν φιλέορτοι καὶ φιλόχριστοι, τὰ τῶν ᾀσμάτων ἄνθη ἀναλαβόντες, πρὸς αὐτὴν ἀνακράξωμεν· Σῶφρον Ἄννα, μακαρία ἡ κοιλία σου, ἡ τὴν Μητέρα τοῦ Θεοῦ Λόγου βαστάσασα· καὶ οἱ μαστοί σου ὡραῖοι, οἷς αυτὴν ἐθήλασας· καὶ γὰρ αὕτη τεκοῦσα ἀσπόρως τὸν ζωοδότην, σὺν αὐτῷ ἠξίωται βασιλεύειν, καὶ σὲ νῦν μεταστήσας, πρὸς ἄληκτον καὶ θείαν ζωήν, τῇ Μητρὶ αὐτοῦ οἰκεῖν καὶ συναγάλλεσθαι κατηξίωσεν. Ὅθεν δυσωποῦμέν σε, οἱ τελοῦντες τὴν μνήμην σου πιστῶς, σὺν αὐτῇ πρεσβεύειν, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τῆς Ὁσίας. Ὁ αὐτός.
Ἀραμένη τὸν σταυρὸν ἐπὶ τῶν ὤμων, προθύμως τῷ καλοῦντι Χριστῷ ἠκολούθησας, καὶ διὰ πόνων τῆς ἀσκήσεως συσταυρωθεῖσα Αὐτῷ, ἀξιοπρεπῶς συνοδοξάζῃ Εὐπραξία σεμνή. Καὶ τῶν ἀπ’ αἰῶνος Ἁγίων τοῖς τιμίοις συνηδομένη ἀοίδιμε πνεύμασιν, ἱκετευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.
Εὐπραξία ἡ παρθένος, σήμερον εἰς οὐρανοὺς ἀνελθοῦσα, τῷ ἐν Τριάδι Θεῷ συμπαρίσταται, καὶ τὸν τρισάγιον ὕμνον ᾄδει ἀκαταπαύστως, σὺν τοῖς ἀΰλοις χοροῖς, καὶ τοῖς Ἁγίοις ἅπασι. Δεῦτε οὖν καὶ ἡμεῖς δοξάσωμεν τὴν ἁγίαν αὐτῆς κοίμησιν, βοῶντες πρὸς αὐτήν· ὦ μῆτερ τρισολβία, ἡ τὸν ζυγὸν τοῦ Χριστοῦ προθύμως ἀραμένη, καὶ τὰς ἐντολὰς Αὐτοῦ καλῶς διατηρήσασα, ἐνίσχυσον καὶ ἡμᾶς τοὺς ὑμνητάς σου εἰς τὴν αὐτῶν τήρησιν, τῆς ματαίας ῥυομένη τύρβης, καὶ γεώδους προσπαθείας, ὑπὸ γὰρ τῆς τούτων ζοφωθέντες ἀχλύος, τῶν πρὸς Θεὸν συνθηκῶν ἡμῶν ἐπελαθόμεθα, ἀλλ’ ὡς τῷ ἀπροσίτῳ τῆς θεότητος φωτὶ παρισταμένη, καὶ ταῖς παρ’ Αὐτοῦ θείαις ἐλλαμπομένη ἀκτῖσι, φωτισμὸν καὶ ἱλασμὸν ἡμῖν εξαίτησον, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.
Αὔραις θείου Πνεύματος, οἷά τις νοητὴ ναῦς, κυβερνωμένη θεόφρον, ἀκινδύνως τὸ τοῦ βίου πολυτάραχον διέπλευσας πέλαγος, πόνοις τε καὶ ἱδρῶσι τοῖς ἀσκητικοις, καὶ ἱστίῳ πτερουμένη, θεωριῶν θείων Ὁσία, διὸ πρὸς λιμένα καταντήσασα Εὐπραξία τῆς τοῦ Χριστοῦ βασιλείας, ὑπὲρ ἡμῶν Αὐτὸν ἱλέωσαι.

Ηχος δ΄.
Ἐν τῇ πέτρᾳ τῇ στεῤῥᾷ, τῆς εἰς Χριστὸν πεποιθήσεως, τὸν τῆς ἀσκήσεως πανθαύμαστε πηξαμένη οἶκον, προσβολαῖς οὐ σεσάλευσαι τῶν ἐναντίων καὶ προσρήξεσιν, ἀλλ’ ἀκράδαντος ἔμεινας ἐν ὅλῳ τῷ βίῳ, καὶ ἀτίνακτος. Διὸ ᾔσχυνας τῇ καρτερίᾳ σου ἀξιάγαστε τὸν ἀόρατον ὄφιν, ταῖς αὐτοῦ ἀνάλωτος ἐνέδραις ὀφθεῖσα καὶ ἐπιβουλαῖς, καθ’ οὗ ταῖς σαῖς πρεσβείαις τοὺς εὐφημοῦντάς σε ἐνίσχυσον.

Δόξα. Ἦχος β΄.
Ἡ καθαρὰ τοῦ Ἁγίου Πνεύματος σοφία, σκηνώσασα ἐν τῇ καθαρᾷ καρδίᾳ σου Εὐπραξία παμμακάριστε, κατὰ πνευμάτων τῆς πονηρίας φοβεράν σε ἀνέδειξε. Καὶ ποικίλων νοσημάτων ἰάτειραν ἀρίστην καὶ πάντων τῶν μοναζόντων σεμνὸν ἐγκαλλώπισμα. Διὸ παῤῥησίαν κεκτημένη πρὸς τὸν φιλάνθρωπον Θεόν, τῶν ψυχικῶν ἡμᾶς παθῶν καὶ σωματικῶν ἐλευθέρωσον, σῇ ἀπαύστῳ πρεσβείᾳ σου.

Καὶ νῦν. Ἦχος β'
Δεῦτε φιλοπάρθενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί, δεῦτε ἑορτάσωμεν Ἄννης τὴν σεβάσμιον κοίμησιν· καὶ γὰρ ἔτεκεν ὑπερφυῶς τὴν πηγὴν τῆς ζωῆς, Μαρίαν τήν θεόπαιδα, ἐξ ἧς ἐτέχθη ὁ Λυτρωτής, ὁ φωτίζων, καὶ ἁγιάζων τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρα τῆς Προμήτορος. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν ἀληθῶς
Χαίροις ἡ νοητὴ χελιδών, ἔαρ τῆς χάριτος ἡμῖν ἡ γνωρίσασα, ἀμέμπτως ἐν σωφροσύνῃ βιωσαμένη καλῶς, καὶ τῆς παρθενίας τὸ κειμήλιον σεμνῶς ὠδινήσασα, Θεοτόκον τὴν ἄμωμον, Ἀμνὰς τιμία, ἡ κυήσασα δάμαλιν, τὸν ἐξαίροντα, ἀμνὸν κόσμου τὰ πταίσματα, Λόγον λόγῳ γεννήσασαν, τὴν μόνην ἀπείρανδρον, Ἄννα προμῆτορ Κυρίου, τοῦ σὲ ἐκ γῆς μεταστήσαντος, ὃν νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ὑμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Τῆς Ὁσίας. Στ.: Ὑπομένων, ὑπεμεινα τὸν Κύριον, καὶ προσέσχες μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Χαίροις, μοναζουσῶν καλλονή, τῶν ἀρετῶν τὸ διαυγὲς καταγώγιον, ἡ στάθμη τῆς ἐγκρατείας, ὑπακοῆς ὁ κανών, παρθενίας Μῆτερ τὸ κειμήλιον, πηγὴ ταπεινώσεως, τῆς ἀγάπης τὸ πέλαγος, τῶν πρακτικῶν τε, ἀρετῶν ὁ παράδεισος, καὶ τοῦ Πνεύματος, μυροθήκη ἡ πάγχρυσος, μέμνησο οὖν πρὸς Κυριον, δεόμεθα πάντερπνε, τῶν ἐκτελούντων τὴν μνήμην, περιχαρῶς καὶ ὑμνούντων σε, τυχεῖν σαῖς πρεσβείαις, σωτηρίας καὶ εἰρήνης, καὶ τοῦ ἐλέους Αὐτοῦ.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτρα τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ὄντως, ἕως σκηνὴ θαυμαστῆς, ἕως τοῦ οἶκου τοῦ Θεοῦ παμμακάριστε, διῆλθες ἀγαλλιάσει, καὶ εὐφροσύνῃ ψυχῆς, ἔνθα ἦχος μῆτερ ἑορτάζοντος, τερπνῆς ἀκουσομένη, καὶ γλυκείας ὑμνήσεως, καὶ τῆς ἀφράστου, θυμηδίας καὶ τέρψεως, καὶ τὴν πάντερπνον, καθορᾷς ὡραιότητα, ἥνπερ ἐθεμελίωσεν, Ὁσία ὁ Ὕψιστος, καὶ κατοικίζει προθύμως, τοὺς πρὸς Αὐτὸν ἀνανεύοντας. Αὐτὸν δωρηθῆναι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Ἐκ νεότητος σου, τελειότητος φέρουσα φρόνημα, ὑπέθου σεαυτὴν Εὐπραξία, προθύμως τῷ ζυγῷ τοῦ Χριστοῦ καὶ ἐν τοῖς πόνοις τῆς ἀσκήσεως ἐγκαρτερήσασα, τὴν χάριν ἐδέξω, τοῦ θεραπεύειν νοσήματα, καὶ διώκειν τὰ πνεύματα, ὅθεν καὶ ἡμεῖς συνελθόντες σήμερον ἐν τῷ πανσέπτῳ ναῷ σου, τὴν ἐτήσιον καὶ ἁγίαν τελοῦμεν μνήμην σου πάνσεμνε. Παῤῥησίαν οὖν κεκτημένη πρὸς τὸν φιλάνθρωπον Θεόν, μὴ διαλείπῃς πρεσβεύειν ὑπὲρ των ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Προμήτορος. Ἦχος πλ. δ'
Δεῦτε πᾶσα ἡ κτίσις, ἐν κυμβάλοις ψαλμικοῖς, εὐφημήσωμεν Ἄνναν τὴν θεόφρονα, τὴν τὸ θεῖον ὄρος ἀποκυήσασαν ἐκ λαγόνων αὐτῆς, καὶ πρὸς ὄρη νοητά, καὶ Παραδείσου σκηνώματα, σήμερον μεταβεβηκυῖαν, καὶ πρὸς αὐτὴν βοήσωμεν· Μακαρία ἡ κοιλία σου, ἡ βαστάσασα ἀληθῶς, τὴν τὸ φῶς τοῦ κόσμου ἔνδον ἐν κοιλίᾳ βαστάσασαν, καὶ οἱ μαστοί σου ὡραῖοι, οἱ θηλάσαντες τὴν θηλάσασαν Χριστόν, τὴν τροφὸν τῆς ζωῆς ἡμῶν, ὃν καθικέτευε τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, καὶ προσβολῆς τοῦ ἐχθροῦ, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Τῆς Ὁσίας Ἦχος δ'. Ταχὺ προκατάλαβε
Ἐκ βρέφους ποθήσασα τὸν σὸν Νυμφίον Χριστόν, τὸν κόσμον κατέλιπες, καὶ τα τοῦ κόσμου τερπνά, καὶ ἤσκησας ἄριστα, ἄΰλον γὰρ ἐν ὕλῃ, ἐπιδείξασα βίον, εἴληφας Εὐπραξία, οὐρανῶν βασιλειαν, ἐν ᾗ νῦν αὐλιζομένη, μνήσθητι τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν. Τῶν Προπατόρων. Ὅμοιον
Ζωὴν τὴν κυήσασαν ἐκυοφόρησας, ἁγνὴν Θεομήτορα, θεόφρον Ἄννα· διὸ πρὸς λῆξιν οὐράνιον, ἔνθα εὐφραινομένων, κατοικία ἐν δόξῃ, χαίρουσα νῦν μετέστης, τοῖς τιμῶσί σε πόθῳ, πταισμάτων αἰτουμένη, ἱλασμὸν ἀειμακάριστε.

Ἀπόλυσις.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν. Τῆς Ὁσίας. Ἦχος α'. Τὸν τάφον Σου Σωτήρ.
Νυμφίον ἀληθῶς, τὸν Χριστὸν κεκτημένη, μνηστῆρος σαρκικοῦ, εβδελύξω τὸν πόθον, ὅθεν καὶ ἀνέλαβες, τὸν σταυρὸν ἐ νεότητος, ἐνασκήσασα, καρτερικῶς Εὐπραξία, καὶ ὑπόδειγμα, ἐνθέου βίου ὀφθεῖσα, διό σε γεραίρομεν.

Δόξα...
Ἐνθάψασα πονηράς, τῶν δαιμόνων ἐνέδρας, ἐδέξω ἐκ Θεοῦ, τα τῆς νίκης βραβεῖα, Ὁσία των πόνων σου, ὅθεν ἔτυχες, τῆς οὐρανίου παστάδος, στέφος ἄφθαρτον, περικειμένη ἀξίως, καὶ δόξαν ἀθάνατον.

Καὶ νῦν... Τῆς Προμήτορος. Κάθισμα
Τὰς νόμου ἐντολάς, θεαρέστως τηροῦσα, μητέρας Ἰσραήλ, ὑπερῆρας ἁπάσας, τὴν μόνην ἀειπάρθενον, Θεοτόκον κυήσασα, ἁγιόλεκτε, Ἄννα Προμῆτορ Κυρίου, μεταστᾶσα δέ, ἐκ γῆς πρὸς θεῖον νυμφῶνα, Δικαίων ὑπέρκεισαι.

Μετὰ τὴν β' Στιχολογίαν. Κάθισμα Ἦχος γ'. Τὴν ὡραιότητα. Τῆς Ὁσίας.
Δόξαν τὴν ῥέουσαν, ἐμφρόνως ἔλιπες, καὶ ἡδυπάθειαν, πᾶσαν ἐμίσησας, καὶ ἑκουσίως τῷ Χριστῷ προσέδραμες Εὐπραξία, Ὅνπερ καὶ ἐπόθησας, ἐκ ψυχῆς παναοίδιμε, Ὅστις σὲ ἠμείψατο, οὐρανίοις χαρίσμασι, διὸ χαρμονικῶς ἐκβοωμέν σοι· χαίροις παρθένων ἀγαλλίαμα.

Δόξα.
Τὰ κατορθώματα, τῆς πολιτείας σου, πάντων φωτίζουσι, τὰ διαβήματα, Ὁσία Μῆτερ ἀληθῶς, τῶν πίστει μιμουμένων σε, ὅθεν τοὺς ἐκ πόθου σε, μακαρίζοντας πάντοτε, σῶζε ταῖς πρεσβείαις σου, ἀπὸ πάσης στενώσεως, Χριστὸν τὸν Θεὸν ἱκετεύουσα, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν...
Ἡ εὐκλεέστατος, καὶ ἀξιέπαινος, Ἄννα ἡ ἔνθεος, καὶ πανσεβάσμιος, γῆθεν ἀρθεῖσα ἐκ ζωῆς, προσκαίρου διαιωνίζει, εἰς ζωὴν ἀθάνατον, μετ’ Ἀγγέλων χορεύουσα, σὺν τῇ θυγατρὶ αὐτῆς, καὶ ἀχράντῳ Μητρὶ τοῦ Θεοῦ, πρεσβεύουσα ἀπαύστως σωθῆναι, τοὺς πίστει ταύτην μακαρίζοντας.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.
Ἀπὸ βρέφους ποθήσας τὴν ἀρετήν, τῶν ἡδέων ἀπέσχου πάντων σεμνή, νηστείαν και ἄσκησιν, ἀκριβῆ ἠκολούθησας, καὶ τῆς μητρὸς τὸν πόθον, εἰς οὐδὲν ἐλογίσω, ἐν σεμνείῳ φέρουσα, σεαυτὴν μῆτερ δέδωκας, καὶ συνηριθμήθης, σὺν παρθένοις Οσία, ὑπόδειγμα γέγονας, ὑπηκόων θεόνυμφε, Εὐπραξία πανεύφημε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Τῆς Προμήτορος. Ὅμοιον.
Τῆς Μητρὸς τοῦ Δεσπότου καὶ Ποιητοῦ, μήτηρ γέγονας Ἄννα πανευκλεής, Αὐτοῦ τὰ προστάγματα, ἀνενδότως φυλάττουσα, διὰ τοῦτο θανοῦσα, ζωὴν πρὸς ἀθάνατον, μετετέθης ὄντως, καὶ φῶς πρὸς ἀνέσπερον, ὅθεν τὴν φωσφόρον, καὶ ἁγίαν σου μνήμην, τελοῦντες ἐν πνεύματι, φωτιζόμεθα πάντοτε, καὶ συμφώνως βοῶμέν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Οἱ Ἀναβαθμοί, τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῆς Ὁσίας Αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὦν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον ὁσιακόν.

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Τῶν ὑπὲρ νοῦν ἀγαθῶν δεξαμένη ἔρωτα, πάντα τα ἐν τῷ κόσμῳ τερπνά, ὑπερεῖδες θεόληπτε, καὶ ἀγγελικῶς τὸν βίον διανύσασα, καὶ νῦν ἐν οὐρανοῖς αὐλίζη, Θεὸν ἱλεουμένη ὑπὲρ ἡμῶν τῶν ἐκτελούντων πιστῶς, μῆτερ Εὐπραξία τὴν μνήμην σου.

Εἶτα· ὁ κανὼν τῆς Θεοτόκου· τῆς Προμήτορος·  καὶ τῆς Ὁσίας.

ᾨδὴ α' Ἦχος δ'. Κανὼν τῆς Προμήτορος. Ἀνοίξω τὸ στόμα μου
Πταισμάτων συγχώρησιν, καὶ τῶν κακῶν ἀπολύτρωσιν, καὶ βίου διόρθωσιν, καὶ θείαν ἔλλαμψιν, νῦν μοι αἴτησαι, τὴν σὴν φωσφόρον μνήμην, γεραίροντι σήμερον, Ἄννα πανεύφημε.
Ζωὴν τὴν κυήσασαν, θεοπρεπῶς ἀπεκύησας· διὸ πρὸς ἀείζωον, ζωὴν μεθέστηκας, ἀπολαύουσα, χαρᾶς ἀνεκλαλήτου, φωτὸς ἀνεσπέρου τε, Ἄννα θεόκλητε.
Ἡ χάρις ἡ ἔνθεος, πρὸς τὴν χαρὰν μεταβέβηκεν, ἀσπόρως ἣν ἔτεκε, θυγάτηρ ταύτης ἁγνή, καὶ παρίσταται, πολλῇ σὺν παῤῥησίᾳ, Κυρίῳ πρεσβεύουσα, σωθῆναι πάντας ἡμᾶς.
Θεοτοκίον
Ἐκ σοῦ ἡμῖν ἔλαμψε, δικαιοσύνης ὁ Ἥλιος, καὶ πᾶσαν κατηύγασε, θεογνωσίᾳ τὴν γῆν, καὶ διέλυσεν, ἀχλὺν τῆς ἀθεΐας, Ἁγνὴ παναμώμητε, καὶ παμμακάριστε.
Τῆς Ὁσίας. Ἦχος καὶ Εἱρμός, ὁ αὐτός.
Τῷ φέγγει τῆς χάριτος, τῆς ἀστραψάσης σοι ἄνωθεν, τὸν ζόφον ἀπέλασον, τῆς ἀγνωσίας μου, καὶ παράσχου μοι, εὐχαῖς σου Εὐπραξία, χάριν ἀνυμνῆσαί σου, μῆτερ τὰ θαύματα.
Μονὰς ἃς ἐπόθησας, τὰς ουρανίους θεόλεκτε, νῦν εὗρες ὦ μῆτέρ μου, μισθὸν τῶν πόνων σου, ὧν ὑπήνεγκας, ἐν τῷ παρόντι βίῳ, εὐχαῖς καὶ δεήσεσι, Κυρίῳ ᾄδουσα.
Λαλεῖν σοι οὐ δύναμαι, τῶν ἀρετῶν τὴν εὐπρέπειαν, καὶ ὕψος τὸ ἔνθεον, ὦ ὡραΐσθης σεμνή, καὶ ἀνύψωσαι, πρὸς τὰς ἐπουρανίους, σκηνὰς και δεδόξασαι, παρὰ τοῦ πάντων Θεοῦ.
Θεοτοκίον.
Ὡς κάρμηλος πέφυκεν, ἡ κεφαλή σου Θεόνυμφε, καὶ αὐτῆς πλόκιον, πορφύρα πέφυκε, καὶ ἐμπέπλησται, αὖθις τῆς θείας δρόσου, Σολομὼν ὁ πάνσοφος, ὡς ᾀσματίζεται.
Καταβασία
Ἀνοίξω τὸ στομα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ᾨδὴ γ'. Τῆς Προμήτορος. Οὐκ ἐν σοφίᾳ
Τὴν συλλαβοῦσαν, τὸν συνέχοντα πάντα συνέλαβες, καὶ ἐκύησας Χριστόν, τὴν ὑπὲρ λόγον κυήσασαν· διό σου τὴν κοίμησιν, Ἄννα γεραίρομεν.
Μετ' ἐγκωμίων, ἐκτελεῖται ἡ ἔνδοξος μνήμη σου· ὅτι ἔτεκες ἡμῖν, τὴν ἐγκωμίων ἐπέκεινα, ἁγνὴν Θεομήτορα, Ἄννα θεόκλητε.
Ἥλιος ὥσπερ τῇ σελήνῃ τῇ Ἄννῃ ἑνούμενος, ὁ κλεινὸς Ἰωακείμ, τῆς παρθενίας ἀκτῖνα γεννᾷ, δι' ἧς τῆς Θεότητος, αὐγὴ ἐπέλαμψε.
Θεοτοκίον
Σὲ προστασίαν, ἀσφαλῆ Θεομῆτορ κεκτήμεθα, τὰς ἐλπίδας ἐπὶ σοί, ἀνατιθέντες σῳζόμεθα, πρὸς σὲ καταφεύγοντες, περιφρουρούμεθα.

Τῆς Ὁσίας. Τοὺς Σοὺς ὑμνολόγους.
Ὁδὸν τὴν ἀπάγουσαν εἰς ἄνω, εὑροῦσα διώδευσας σεμνῶς, ὅθεν πρὸς οὐράνιον, ἐλήλυθας πολίτευμα, καὶ τοῖς Ὁσίοις ἅπασιν, Ὁσία συγκατηρίθμησαι.
Ῥωσθεῖσα τῷ σθένει τοῦ Δεσπότου, νηπίων τοξεύματα σεμνή, τὰ κατὰ σοῦ ἀπέδειξας, τοῦ πονηροῦ τεχνάσματα, οὗ καὶ ἡμᾶς ἐνίσχυσον, ὑπερτελεῖν ταῖς πρεσβείαις σου.
Σὺ τὸν πλοῦτον ἔνειμας Ὁσία, τὸν σὸν δεομένοις τὸν ῥευστόν, καὶ γὰρ ἐν τούτῳ πάνσεπτε, καυχᾶσθαι οὐ προήρησαι, ἀλλ’ αντὶ τούτου δέδεξαι, σῇ κορυφῇ δόξης στέφανον.
Θεοτοκίον.
Οἱ Σοὶ ὀφθαλμοὶ Παρθενομῆτορ, ἐδείχθησαν ὡς περιστεραί, αἱ λελουμέναι γάλακτι, καὶ λίμναι ὡς λαμπρόταται, δι’ ὧν ἐγκαρδίωσαι Κόρη, τῆς δόξης τοῦ Κυρίου.
Καταβασία
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

Κοντάκιον τῆς Προμήτορος. Ἦχος β'. Τὰ ἄνω ζητῶν
Προγόνων Χριστοῦ, τὴν μνήμην ἑορτάζομεν, τὴν τούτων πιστῶς, αἰτούμενοι βοήθειαν, τοῦ ῥυσθῆναι ἅπαντας, ἀπὸ πάσης θλίψεως, τοὺς κραυγάζοντας· ὁ Θεὸς γενοῦ μεθ' ἡμῶν, ὁ τούτους δοξάσας ὡς ηὐδόκησας.
Ὁ Οἶκος
Προφητικῶς συνέλθωμεν πάντες, τοῦ ἀξίως ὑμνῆσαι τῆς προγόνου Χριστοῦ τὴν παναγίαν μετάστασιν· Σήμερον γὰρ ἐκ τῆς προσκαίρου μεταστᾶσα ζωῆς, ἐν τοῖς ἐπουρανίοις μετὰ χαρᾶς τὴν πορείαν ποιουμένη ἀγάλλεται, καὶ ὡς οὖσα Μήτηρ τῆς ὄντως ἀληθοῦς Θεοτόκου, κραυγάζει πιστῶς· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, ὅτι ἔτεκον τὴν τούτου Μητέρα ἐν τῇ γῇ. Γένοιτο οὖν μεθ' ἡμῶν, ὁ τούτους δοξάσας ὡς ηὐδόκησε.

Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Δεῦτε ἅπαντες πιστοί, ἐν ὑμνωδίαις ἱεραῖς, καταστέψωμεν φαιδρῶς, καὶ μεγαλύνωμεν πιστῶς, τὴν Εὐπραξίαν, τὴν ἐκλάμψασαν ἐν ἀσκήσει, καὶ κράξωμεν αὐτῇ, ἐν κατανύξει ψυχῆς, καὶ χείλεσιν ἁγνοῖς, καὶ ἐν καρδίᾳ φαιδρᾷ, παρισταμένη μῆτερ σὺν τοῖς Ἁγίοις, ἐν τῷ φωτὶ τοῦ παντάνακτος, πρεσβείαν ποίει, ὑπὲρ ἁπάντων, τῶν πιστῶς εὐφημούντων σε.
Δόξα.
Ἐπὶ τῶν ὤμων τὸν σταυρόν, ἀναλαβοῦσα τοῦ Χριστοῦ, ἠκολούθησας αὐτῷ, διὰ τῶν ἔργων εὐσεβῶς, τῶν τῆς ἀσκησεως ἀοίδιμε Εὐπραξία, καὶ πάσαις γυναιξίν, ἐνασκουμέναις σεμνῶς, ἐφάνης σὺ κανών, καὶ τύπος ἔνδοξε, ἀλλὰ τοῖς θείοις σκάμμασι, τὰ ἄνω ἀπολαβοῦσα βασίλεια, μὴ διαλείπῃς τοῦ ἱκετεύειν, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εὐλογίαν ἀπαρχήν, τῆς ἀκαρπίας τῷ βλαστῷ, ἐδωρήσω ἀγαθέ, Ἄννῃ βοώσῃ δι’ εὐχῆς, σὺ μεταπλάττεις τὰς φύσεις τῶν ἐν γενέσει. Διό μου ὦ Σωτήρ, νενεκρωμένην αὐτήν, τὴν φύσιν ὡς Θεός, πάλιν καινούργησον, ἵνα καρπὸν προσάγω σοι, βοῶσα τῷ παντεπόπτῃ καὶ Κτίστῃ μου· σοὶ δόξα πρέπει, Θεὲ τῶν ὅλων, καὶ μόνε Φιλάνθρωπε.

ᾨδὴ δ'. Τῆς Προμήτορος. Ὁ καθήμενος ἐν δόξῃ
Τὰ ἐν νόμῳ γεγραμμένα, μελετῶσα ἐτέλεσας, καὶ τοῦ νομοθέτου, μήτηρ τῆς μητρὸς ἐχρημάτισας· διὸ νῦν πᾶσα ἡ κτίσις ἐποφείλει σοι, ἐκτελοῦσά σου, χαρμονικῶς τὸ μνημόσυνον.
Μακαρία ἡ κοιλία ἀληθῶς ἡ βαστάσασα, τὴν τὸ φῶς τοῦ κόσμου, ἔνδον ἐν κοιλίᾳ βαστάσασαν, καὶ οἱ μαστοί σου ὡραῖοι, ὡς θηλάσαντες, τὴν θηλάσασαν, Ἄννα Χριστόν τὴν τροφὴν ἡμῶν.
Ὡς βιώσασα ἀμέμπτως, τὴν ἀμέμπτως κυήσασαν, Θεοτόκον Κόρην, Λόγον τοῦ Πατρὸς ἀπεκύησας, καὶ πρὸς αὐτὸν μετὰ δόξης προσεχώρησας, θεουμένη, σεπταῖς μετοχαῖς ἀληθέστατα.
Θεοτοκίον
Τῆς παρθένου ἡ κοιλία, θημωνία ὡς ἅλωνος, ἀληθῶς ἐδείχθη, στάχυν ἀγεώργητον ἔχουσα, δι' οὗ ἐκτρέφεται πᾶσα κτίσις, κράζουσα· Παντοδύναμε, Δόξα Χριστὲ τῇ δυνάμει σου.

Τῆς Ὁσίας. Εἱρμὸς ὁ αὐτός.
Ὁ λαμπρότατός σου βίος ὡς κανὼν ἀκριβέστατος, διὰ πάσης μῆτερ θείας ἀρετῆς ἀναδέδεικται, ἐν προσευχαῖς καὶ νηστείαις, ἀγρυπνίαις τε, καὶ δεήσεσι, ταῖς πρὸς Χριστόν, τὸν φιλάνθρωπον.
Τὴν Ὁσίαν Εὐπραξίαν φιλοφρόνως τιμήσωμεν, ἐν ᾠδαῖς ᾀσμάτων, ταύτην εὐσεβῶς μεγαλύνοντες, αὕτη γὰρ ὤφθη δοχεῖον θείου Πνεύματος, καὶ πεφώτισται, τούτου ταῖς θείαις λαμπρότησιν.
Ἐπὶ θρόνου καθημένη, θείας δόξης πανθαύμαστε, τοὺς τὴν σὴν τελοῦντας, μνήμην εὐσεβῶς διαφύλαττε, ταῖς σαῖς πρεσβείαις ὦ μῆτερ, ταῖς πρὸς Κύριον, ᾧ βοᾷς ἀεί· δόξα Χριστὲ τῇ δυνάμει σου.
Θεοτοκίον.
Ὦ τὰ θεῖά σου Παρθένε, τῆς φωνῆς ἦν ἀκούοντα, πάντοτε προθύμως, τοῦ ἀδελφιδοῦ Σου ὡς γέγραπται, ὅτι φωνὴ ἦν ἡδεῖα τούτων πάναγνε, καταθέλγουσα, ψυχὴν ὁμοῦ καὶ καρδίαν Σου.

 Καταβασία
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.

ᾨδὴ ε'. Τῆς Προμήτορος. Ἀσεβεῖς οὐκ ὄψονται
Οὐρανὸν ἐκύησας, ἐν γῇ ὡς ἀληθῶς, τὴν τεκοῦσαν τὸν οὐρανοῦ, ποιητὴν τὸν σήμερον, σὲ μεταθέμενον, πρὸς τὰ ἐπουράνια, μετὰ δόξης Ἄννα Ἔνδοξε.
Ταῖς ἀΰλοις τάξεσιν, ἀΰλω τῷ νοΐ, συγχορεύεις περιχαρῶς, πληρουμένη λάμψεως, τῆς πλουτοδότιδος, ἀλλ' ἡμῶν μνημόνευε, τῶν ἐν πίστει μεμνημένων σου.
Ἱεσσαὶ βλαστήσασαν, ἐκ ῥίζης ἐμφανῶς, εὐθαλῆ ῥάβδον τὴν Ἁγνήν, ἐκβλαστάνεις ἔνδοξε, τὴν ἐκβλαστήσασαν, ἄνθος τὸ ἀμάραντον, Ἰησοῦν τὸν Λυτρωτὴν ἡμῶν.
Θεοτοκίον
Ἐπὶ σὲ κατέφυγον, τὴν μόνην κραταιάν, τῶν πιστῶν σκέπην, ἐπὶ σοὶ τὴν ἐλπίδα τίθημι, τῆς σωτηρίας μου, Παναγία Δέσποινα, Θεοτόκε μὴ παρίδῃς με.

Τῆς Ὁσίας. Ἐξέστη τὰ σύμπαντα.
Ὁ βίος σου ἔνθεος, αἱ ἀρεταὶ θαυμάσιαι, καὶ κατορθώματα γενναῖα, ὅθεν καὶ δόξης, πλείστης ἠξίωσαι, τῆς ἄνωθεν Μῆτερ ἐκ Θεοῦ, Ὅνπερ καθικέτευεν, ὑπὲρ τῶν ἀνυμνούντων σε.
Ἐξέστησαν τάξεις σε, τῶν Ἀσωμάτων βλέπουσαι, σώματι ἐνύλῳ μιμουμένην, τούτων τὸν βίον καὶ τὴν σεπτὴν ἀρετήν, καὶ καταπαλαίουσαν, ἐχθρὸν ὄντως τὸ παμβέβηλον, Εὐπραξία θεόπνευστε.
Ὑπάρχουσα ἔμπλεως, τῶν δωρεῶν τοῦ Πνεύματος, ἀνιάτους νόσους θεραπεύεις, ἀῤῥωστημάτων, παύεις τὸν καύσωνα, πνεύματα διώκεις πονηρά, πᾶσι τοῖς ἐν θλίψεσι, βοηθεῖς ἀξιάγαστε.
Θεοτοκίον.
Μύκτηρ Σου πανάμωμε, πύργος λιβάνου γέγονε, Δαμασκοῦ τὸ πρόσωπον σκοπεύων, τῆς ἐναντίας δυνάμεως, καὶ ὀσμὴ ῥινός Σου ἀληθῶς, κόσμον εὐωδίασεν, ὥσπερ μῆλον πανεύοσμον.
Καταβασία
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ᾨδὴ ς'. Τῆς Προμήτορος. Θύσω σοι, μετὰ φωνῆς
Κυρίου, Ἰησοῦ τοῦ Θεοῦ οἱ προπάτορες, Ἰωακείμ τε καί, Ἄννα, οἱ δικαιοσύνῃ κεκοσμημένοι, ἐπαξίως, ἐν ᾠδαῖς εὐφημείσθωσαν σήμερον.
Ἁπάντων, ἐγκωμίων ἡ Ἄννα ὑπέρκειται, ὅτι παντὸς ἐγκωμίου, τὴν ὑπερκειμένην ἐκύησε· διὰ τοῦτο, ἐν χορῷ τῶν Ἁγίων αὐλίζεται.
Φωσφόρος, καὶ λαμπρότητος πλήρης ἡ μνήμη σου, μαρμαρυγὰς τοῖς ἐν κόσμῳ, τὰς σωτηριώδεις ἐκπέμπουσα, σῶφρον Ἄννα, χαρισμάτων παντοίων ἀνάπλεως.
Θεοτοκίον
Ἐξ, Ἄννης, ἡ τοῦ κόσμου ἐτέχθης Βασίλισσα, τὸν τοῦ παντὸς Βασιλέα, καὶ τεκοῦσα καὶ παρθενεύουσα, μετὰ τόκον, Χερουβὶμ ἀνωτέρα Πανάμωμε.

 Τῆς Ὁσίας. Τὴν θείαν ταύτην.
Ἡγήσω πάντα ὡς σκύμβαλα, Ὁσία Εὐπραξία τὰ ῥέοντα, καὶ ἐπεπόθησας, ἄφθαρτα θεῖα αἰώνια, καὶ τὸν Χριστὸν δοξάσασα, τῆς δόξης ἔτυχες.
Ἐν γῇ Ὁσίᾳ ἐβάδισας, ζωὴν ἣν εὗρες Μῆτερ οὐράνιον, ἧς καθικέτευε, ἀξιωθῆναι τοὺς δούλους σου, τοὺς σὲ νῦν, εὐλαβῶς μακαρίζοντας.
Γνωρίσας μόνος ὁ Κύριος, ἱδρῶτάς σου τοὺς θείους ἀείμνηστε, τοὺς τῆς ἀσκήσεως, τὰ πρωτοτόκων σκηνώματα, δεδοξασμένα νῦν ἐχαρίσατο.
Θεοτοκίον.
Ὡς ῥοᾶς λέπυρον μῆλόν Σου, ὡς μέλι δὲ καὶ γάλα ἡ γλῶσσά Σου, καὶ ὥσπερ κόκκινον, σπαρτίον χείλη Σου γέγονε, καὶ λαλιά Σου Κόρη, ὡραία πέφυκεν.
Καταβασία
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

Κοντάκιον. Τῆς Ὁσίας. Τῇ Ὑπερμάχῳ Στρατηγῷ.
Τοὺς ὑπὲρ φύσιν Σου σεμνὴ πόνους καὶ σκάμματα, αὐτοὶ οἱ Ἄγγελοι, ἰδόντες κατεπλάγησαν, ἀνδρικῶς γὰρ τὸν ἀρχέκακον καθελοῦσα, θρασυνόμενον ματαίως τοῦτον ἤλεγξας, τῶν παγίδων οὖν αὐτοῦ ἡμᾶς ἐκλύτρωσαι, τοὺς κραυγάζοντας· Χαίροις Μῆτερ ἀοίδιμε.
Ὁ Οἶκος.
Τίς σου τῶν ἐπιγείων ἐξισχύσειε μῆτερ, εἰπεῖν τῆς πολιτείας τὰ ἆθλα καὶ τοῦ βίου σου τοὺς ἀμέτρους μόχθους, καὶ πολλοὺς κόπους σου, οὓς ἐπὶ γῆς ὑπήνεγκας στεῤῥότατα; ἀλλ’ ὅμως ἴδε, οὕτω σοὶ κράζω·
Χαίροις, πατρὸς εὐσεβοῦς ὁ γόνος·
χαίροις, μητρὸς εὐλαβοῦς ὁ κλάδος.
Χαίροις, των παρθένων τερπνὴ αγαλλίασις·
χαίροις, τῶν νοσούντων ταχεῖα παράκλησις.
Χαίροις, ὕψος καθαρότητος, δυσανάβατον πολλοῖς·
χαίροις, βάθος ταπεινώσεως, ὁ δυσεύρετον πολλοῖς.
Χαίροις, ὅτι ἐκ νεότητος ἠκολούθησας Χριστῷ·
χαίροις, ὅτι κατεμάρανας, τῆς σαρκὸς τὰς ἡδονάς.
Χαίροις, σεπτῶν μοναζουσῶν τὸ σθένος·
χαίροις, λαμπρῶν ἀνακτόρων τὸ κλέος.
Χαίροις, δι’ ἧς ἠσχύνθησαν δαίμονες·
χαίροις, δι’ ἧς ἐκρότησαν Ἄγγελοι.
Χαίροις, μῆτερ ἀοίδιμε.

Συναξάριον

Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης, μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου.
Μήτηρ τελευτᾷ Μητροπαρθένου Κόρης,
Ἡ τῶν κυουσῶν μητέρων σωτηρία.
Πέμπτῃ ἐξεβίωσε μογοστόκος εἰκάδι Ἄννα.
Αὕτη ἡ Προμήτωρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ σάρκα γενομένη ἦν ἐκ φυλῆς Λευΐ, θυγάτηρ Ματθᾶν τοῦ ἱερέως καὶ Μαρίας τῆς αὐτοῦ γυναικός, ὅς τις Ματθᾶν ὑπῆρχεν ἱερατεύων ἐπὶ τῆς βασιλείας Κλεοπάτρας καὶ Σαπώρου ἢ Σαβωρίου βασιλέως Περσῶν, πρὸ τῆς βασιλείας Ἡρώδου τοῦ Ἀντιπάτρου. Οὗτος ὁ Ματθᾶν ἔσχε θυγατέρας τρεῖς· Μαρίαν, Σοβήν, καὶ Ἄνναν. Ἔγημε δὲ ἡ πρώτη ἐν Βηθλεέμ, καὶ ἔτεκε Σαλώμην τὴν μαῖαν. Ἔγημε δὲ καὶ ἡ δευτέρα, καὶ αὕτη ἐν Βηθλεέμ, καὶ ἔτεκε τὴν Ελισάβετ. Ἔγημε δὲ καὶ ἡ τρίτη ἡ Ἄννα, εἰς τὴν γῆν τῆς Γαλιλαίας, καὶ ἐγέννησε Μαρίαν τὴν Θεοτόκον, ὥστε εἶναι τὴν Σαλώμην καὶ τὴν Ἐλισάβετ καὶ τὴν Ἁγίαν Μαρίαν τὴν Θεοτόκον, θυγατέρας μὲν ἀδελφῶν τριῶν θηλειῶν, πρωτεξαδέλφους δὲ πρὸς ἀλλήλας. Αὕτη οὖν ἡ Ἄννα, μετὰ τὸ γεννῆσαι τὴν παντὸς τοῦ κόσμου σωτηρίαν, καὶ ἀπογαλακτίσαι, ἀναθεῖναί τε ταύτην ἐν τῷ ναῷ, ὡς ἄμωμον δῶρον, τῷ παντοκράτορι Θεῷ, νηστείαις καὶ προσευχαῖς, καὶ ταῖς τῶν δεομένων εὐποιΐαις τὸν ἐπίλοιπον ταύτης χρόνον διατελέσασα, ἐν εἰρήνῃ πρὸς Κύριον ἐξεδημησε. Τελεῖται δὲ ἡ αὐτῆς σύναξις ἐν τῷ Δευτέρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Εὐπραξίας.
Εὐπραξία πρόσεισι Χριστῷ πλουσία,
Πολλαῖς κομῶσα ψυχικαῖς εὐπραξίαις.
Αὕτη ἦτο θυγάτηρ πατρὸς μὲν Ἀντιγόνου τοῦ συγκλητικοῦ, μητρὸς δὲ Εὐπραξίας, κατὰ τοὺς χρόνους Θεοδοσίου τοῦ μεγάλου ἐν ἔτει τπ΄ (380), μὲ τὸν ὁποῖον ἦτο συγγενής. Ἀφ’ οὗ δὲ ἀπέθανεν ὁ πατήρ της, παρέδωκεν αὐτὴν ἡ μήτηρ της εἰς τὸν βασιλέαν Θεοδόσιον, παρακαλέσας αὐτὸν νὰ φροντίζῃ περὶ τῆς ὀρφανῆς θυγατρός της, ὁ δὲ Θεοδόσιος ἠῤῥαβωνίασε τὴν Εὐπραξίαν μὲ ἕνα ἄρχοντα συγκλητικόν. Μετὰ ταῦτα ἀνεχώρησε ἡ Ὁσία ὁμοῦ μὲ τὴν μητέρα της καὶ ὑπῆγεν εἰς τὰς Θήβας τῆς Αἰγύπτου. Ἐκεῖ δὲ ἐμβᾶσα εἰς ἕν γυναικεῖον μοναστήριον, εἰς τὸ ὁποῖον ἐνησκοῦντο καλογραῖαι ἑκατὸν τέσσαρες, αἱ ὁποῖαι ἐπολιτεύοντο μίαν ζωὴν ἰσάγγελον, ἐμιμεῖτο τὰς ἀρετὰς ἐκείνων, καὶ πλέον δὲν ὑπέφερε νὰ ἐξέλθῃ τοῦ μοναστηρίου, ἦτο δὲ τότε δώδεκα χρονῶν. Ἡ δὲ μήτηρ τῆς Ἁγίας, ἀναχωρήσασα ἀπὸ τὴν Αἴγυπτον, περιῆλθεν ὅλα τὰ κτήματα, ὅσα εἶχε κατὰ τὴν Ἀνατολήν, καὶ ἔκαμεν εἰς τοὺς πτωχοὺς πολλὰς εὐεργεσίας καὶ ἐλεημοσύνας. Μετὰ ταῦτα, ἀσθενήσασα, ἐπέστρεψε πάλιν εἰς τὸ ἐν Αἰγύπτῳ μοναστήριον, καὶ ἐκεῖ ἀφήσασα ὅλην τὴν περιουσίαν της εἰς τὴν θυγατέρα της, ἀνεπαύθη ἐν Κυρίῳ. Ἡ δε Εὐπραξία, διεμοίρασεν μὲν ὅλα τὰ γονικά της εἰς τοὺς δεομένους, καὶ εἰς τὰς τοῦ Θεοῦ ἐκκλησίας, ἠγάπησε δὲ τὴν ἀσκητικὴν καὶ πολύμοχθον ζωὴν τῶν μοναχῶν, καθ’ ὑπερβολήν. Ὅθεν εἰς τόσην ἀρετὴν ἔφθασεν ἡ μακαρία, ὥστε ὑπέταξε καὶ τὰς ἀνάγκας τοῦ σώματος, καὶ τούτων ἔγινεν ἀνωτέρα, διότι εἰς τεσσαράκοντα πεντε ὁλοκλήρους ἡμέρας καὶ νύκτας ἀκίνητος ἵστατο ἡ ἀῤῥενόφρων, ἔχουσαν τὰς χεῖράς της ὑψωμένας εἰς τὸν οὐρανόν. Ὅθεν, διὰ τὰς ὑπερβαλλούσας ἀρετάς της ἔλαβε παρὰ Θεοῦ τὴν χάριν τῶν θαυμάτων, ἐλευθερώσασα ἀπὸ διάφορα πάθη καὶ ασθενείας. Οὕτω λοιπόν, θεοφιλῶς ζήσασα, ἀπῆλθε πρὸς Κύριον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων 165 Πατέρων, τῶν ἐν τῇ πέμπτῃ Οἰκουμενικῇ Συνόδῳ συνελθόντων καὶ τὰ Ὠριγένους δόγματα καθελόντων.
Λόγοι Βελίαρ οἱ λόγοι Ὠριγένους,
Οὕσπερ καθεῖλον προσκυνηταὶ τοῦ Λόγου.
Κατὰ τοὺς χρόνους τοῦ βασιλέως Ἰουστινιανοῦ τοῦ πρώτου, ἐν ἔτει φνγ΄ (553), ἦτο Πατριάρχης Κωνσταντινουπόλεως Ἄνθιμος ὁ Τραπεζούντιος, ὁ τὰ τοῦ Εὐτυχοῦς φρονῶν δυσσεβῆ φρονήματα. Ἐπειδὴ δὲ ἐφάνη αἱρετικός, ἀπεβλήθη μὲν αὐτὸς τοῦ θρόνου, καὶ ἐχειροτονήθη ἀντ’ αὐτοῦ Πατριάρχης ὁ Μηνᾶς, ὁ ὁποῖος ἦτο πρότερον πρεσβύτερος τῆς ἐν Κωνσταντινουπόλει Ἐκκλησίας καὶ ξενοδόχος τοῦ Σαμψών. Διὰ τὴν ἀφορμὴν λοιπὸν ταύτην, ἔκαμαν ἐπανάστασιν ὁ Σεβῆρος καὶ Πέτρος ὁ Ἀπαμείας, οἱ ὁποῖοι ἦσαν ἄνθρωποι γεμάτοι αἱρέσεις, καὶ ἐσύσταινον τὰ τοῦ Ὠριγένους βλάσφημα δόγματα. Ὅθεν ταράττοντες τὴν τοῦ Χριστοῦ Ἐκλησίαν, ὁ βασιλεὺς Ἰουστινιανός, εἰς τὸν ἕβδομον χρόνον τῆς βασιλείας του, συνεκάλεσε Σύνοδον ἐν Κωνσταντινουπόλει 165 Ἁγίων Πατέρων, οἵτινες ἀνεθεμάτισαν τοὺς ἀνωτέρω εἰρημένους καὶ τοὺς ὁμόφρονας αὐτῶν· Ὠριγένην, Δίδυμον, Εὐάγριον, Ζωόραν, Θεόδωρον τὸν Μοψουεστίας, καὶ Διόδωρον.
Τὰ βλάσφημα δὲ δόγματα τοῦ Ὠριγένους ἦσαν αὐτά: α) ὅτι αἱ ψυχαὶ προϋπάρχουσι τῶν σωμάτων· β) ὅτι αὐταὶ ἐμβαίνουσι μετὰ τὸν θάνατον τοῦ ἑνὸς σώματος εἰς ἄλλο σῶμα· γ) ὅτι ἡ κόλασις ἔχει τέλος· δ) ὅτι οἱ δαίμονες θὰ λάβωσι τὸ πρῶτον ἀξίωμα τῆς ἀγγελικῆς χάριτος τὸ ὁποῖον εἶχον· ε) ὅτι αἱ ψυχαὶ θὰ ἀναστηθῶσι γυμναί, χωρὶς σώματα· στ) ὅτι τὰ οὐράνια σώματα ἔχουσι ψυχάς· καὶ ἕτερα κακόδοξα. Σημείωσαι ὅμως, ὅτι οἱ μεταγενέστεροι διδάσκαλοι, ἐποίησαν βιβλίον ἐκ τῶν Ὠριγένους, Φιλοκαλίαν αὐτὸν ὀνομάσαντες, ἐν ᾧ ἔγραψαν ὅλα τὰ τοῦ Ὠριγένους ὀρθὰ φρονήματα· ἐκ τούτων δὲ εἶναι καὶ αἱ θαυμασταῖ ἑρμηνεῖαι τὰς ὁποίας ὁ Ὠριγένης κατέβαλεν εἰς τὴν Πεντάτευχον, εἰς τὸν Ψαλτῆρα, καὶ εἰς ὅλην σχεδὸν τὴν Ἁγίαν Γραφήν, παλαιάν τε καὶ νέαν, ἐκ τῶν ὁποίων καὶ οἱ θεῖοι Πατέρες, πολλὰ αὐτολεξεῖ ἠρανίσθησαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ὀλυμπιάδος τῆς διακόνου.
Ὀλυμπιὰς πεσοῦσα πατρίδος φίλης,
Πρὸς τὸν ἄνω χαίρουσα βαίνει πατρίδα.
Αὕτη ἦτο κατὰ τους χρόνους Θεοδοσίου τοῦ Μεγάλου καὶ Ἀρκαδίου τοῦ υἱοῦ του ἐν ἔτει τυε΄ (395), θυγάτηρ μὲν Σεκούνδου τοῦ ἀπὸ Κομήτων, ἐγγονὴ δὲ Ἀβλαβίου τοῦ ἐπάρχου, καὶ νύμφη προς ὀλίγον Νευριδίου τοῦ ἀπὸ ἐπάρχων. Γυνὴ δὲ οὐδενός, διότι ἐνῷ ἦτο ἀκόμη παρθένος, ἀπέθανεν ὁ ταύτης νυμφίος, ὅθεν ἔμεινεν ἐν ταυτῷ καὶ παρθένος καὶ χήρα ἡ αὐτή καὶ διήρχετο τὴν ζωήν της μὲ νηστείας καὶ προσευχάς, καὶ μὲ ἐλεημοσύνας τῶν πτωχῶν. Ἐπειδη ὅλην τὴν περιουσίαν της εὐκέρωσε ἡ μακαρία εἰς βοήθειαν τῶν τοῦ Θεοῦ αρχιερέων. Αὕτη καὶ τὸν μακάριον Ἰωάννην τὸν Χρυσόστομον μὲ διαφορετικὸν τρόπον ἀπὸ τοὺς ἄλλους ἐτίμησεν, ὅθεν καὶ πρὸς αὐτὴν ὁ θεῖος Χρυσόστομος, ἔστειλε τὰς πολλὰς ἐκείνας καὶ μελιῤῥύτους του ἐπιστολάς. Εἰς δὲ τὸ τέλος τῆς ζωῆς της ἐκοσμήθη ἡ Ὁσία καὶ μὲ τὸν στέφανον τῆς ὁμολογίας, καθόσον ὑπὲρ τῆς ἀληθείας ἄδικον ἔλαβεν ἐξορίαν, ὅπου καὶ τελειωθεῖσα ἡ τρισολβία ἀπῆλθε πρὸς Κύριον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἠλία, Ἀρχιεπισκόπου Θεσσαλονίκης, εἷς ἐκ τῶν Πατέρων τῆς Ε΄ Οἰκουμενικῆς Συνόδου.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου Ζελτοβόδας, τοῦ θαυματουργοῦ τοῦ Ῥώσσου.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Ἀττάλου τοῦ ἐκ Περγάμου, Σάγκτου διακόνου, Βλανδίνας, Ἀλεξάνδρου τοῦ Φρυγός, Ματούρου, Ποντικοῦ, καὶ τῶν σὺν αὐτοῖς ἀθλησάντων ἐν ἔτει 177 ἐν Λουγδούνῳ.
Κλεινοῦ Ἀττάλου σιδηρὰν τιμῶν στρωμνήν,
ἐν ἡ ἐτύθη ὡς λαμπὰς καιόμενος.
Τὸν Σάγκτον πάντες εὐλαβῶς τιμήσωμεν,
Τὸ θεῖον πάθος τοῦ Χριστοῦ τιμήσαντος.
Διὰ παντοίων διελθὼν κολάσεων,
Καὶ Φρὺξ μετέσχες τῆς τομῆς Ἀλέξανδρος.
Ἐνίκα πόθος τοῦ Χριστοῦ καὶ Μάτουρον,
Πολλὰς βασάνους ὑπομένοντα στεῤῥῶς.
Νίκης ἀγῶνος ἱππικοῦ τῇ Βλανδίνῃ,
Δίδωσι λαμπρὰ παμβασιλεὺς τα στέφη.
Οὗτοι ἦσαν ἐπὶ Σεπτήμου Σεβήρου αὐτοκράτορος, ἐν ἔτει 177, ἔζησαν δὲ ἐν Λουγδούνω καὶ Βιέννῃ Γαλλίας.
Ὁ δὲ Ἄτταλος, μεγάλως ἐξαετηθεὶς ὑπὸ τοῦ ὄχλου, περιαχθεὶς κύκλῳ τοῦ ἀμφιθεάτρου, πίνακος αὐτον προάγοντος ἐν ᾧ ἐγέγραπτο· οὖτός ἐστιν Ἄτταλος ὁ Χριστιανός· καὶ τοῦ δήμου σφόδρα σφρυγῶντος ἐπ’ αὐτῷ. Ἔπειτα, ἐξέδωκεν αὐτὸν ὁ ἡγεμὼν πρὸς τὰ θηρία. Τέλος, ἐπὶ τῆς σιδηρᾶς ἐπετέθη καθέδρας καὶ περιεκαίετο, ἡνίκα ἡ ἀπὸ τοῦ σώματος κνῖσσα ἀνεφέρετο.
Οἱ δὲ Ματούρος καὶ Σάγκτος, ὑπέφερον πάλιν τὰς διεξόδους τῶν μαστίγων, καὶ τοὺς ἀπὸ τῶν θηρίων ἑλκηθμούς, καὶ πανθ’ ὅσα μαινόμενος ὁ δῆμος, καὶ ἐπὶ τῇ σιδηρᾷ καθέδρᾳ ἐπέθεντο, ἐφ’ ἧς τηγανιζόμενα τὰ σώματα, κνίσσης αὐτοὺς ἐνεφόρει.
Ἀλέξανδρός τις, Φρὺξ μὲν τὸ γένος, ἰατρὸς δὲ τὴν ἐπιστήμην, πολλοῖς ἔτεσιν ἐν Γαλλίᾳ διατρίψας, παρεστὼς τῷ βήματι, ὁμολογήσας τον Χριστόν, ἐῤῥίχθη εἰς τὰ θηρία καὶ ἐν τῷ ἀμφιθεάτρῳ, πρὸς κόλασιν ἐξηυρημένων ὀργάνων, τοὔσχατον ἐτύθη καὶ αὐτός, μηδὲ στενάξαντος, μηδὲ γρύξαντός τι ὅλως.
Ἡ δὲ Βλανδῖνα, ἐπὶ ξύλου κρεμασθεῖσα, προύκειτο βορὰ τῶν εἰσβαλλομένων θηρίων, ἡ καὶ διὰ τοῦ βλέπεσθαι σταυροῦ σχήματι κρεμαμένη, διὰ τῆς εὐτόνου προσευχῆς, πολλὴν προθυμίαν τοῖς ἀγωνιζομένοις ἐνεποίει, βλεπόντων αὐτῶν ἐν τῷ ἀγῶνι. Μετὰ δὲ τὰς μάστιγας, μετὰ τὰ θηρία, μετὰ τὸν τήγανον, τοὔσχατον εἰς κόφινον βληθεῖσα ταύρῳ παρεβλήθη, και ἱκανὼς ἀναβληθεῖσα πρὸ τοῦ ζώου, ἐτύθη καὶ αὐτή.
Ὁ δὲ ἀδελφὸς αὐτῆς, Ποντικός, παιδάριον ὡς πεντεκαίδεκα ἐτῶν, ὑπὸ τῆς ἀδελφῆς παρωρμημένος, πᾶσαν κόλασιν γενναίως ὑπομείνας ἀπέδωκε τὸ πνεῦμα.
Ἀλλ’ οὐδ’ οὕτως κόρον ἐλάμβανεν αὐτῶν ἡ μανία και ἡ πρὸς τοὺς Ἁγίους ὠμότης. Τὰ οὖν σώματα τῶν Μαρτύρων παντοίως παραδειγματισθέντα, καὶ αἰθριασθέντα ἐπὶ ἡμέρας ἕξ, μετέπειτα καέντα καὶ αἰθαλωθέντα ὑπὸ τῶν ἀνόμων, κατεσαρώθη εἰς τὸν Ῥοδανὸν ποταμόν, πλησίον παραῤῥέοντα, ὅπως μηδὲ λείψανον αὐτῶν φαίνηται ἐπὶ τῆς γῆς ἔτι.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Τῆς Προμήτορος. Ὁ διασώσας ἐν πυρί
Ὡς τῆς ζωῆς τῆς ἀληθοῦς, Ἄννα τὴν μητέρα τεκοῦσα, πρὸς τὴν ζωὴν τὴν ἀληθῆ, μετετέθης πιστῶς ἀνακράζουσα· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Ἡ τῆς μητρὸς τοῦ Λυτρωτοῦ, μήτηρ χρηματίσασα Ἄννα, ἀπὸ τῆς γῆς πρὸς οὐρανόν, ἀρεταῖς κοσμουμένη ἀνέδραμες, ἐν αἰνέσει κραυγάζουσα· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
Πρὸς ἀτελεύτητον ζωήν, πρὸς εὐρυχωρότατον πλάτος, τοῦ Παραδείσου τῆς τρυφῆς, πρὸς ἀνέσπερον φῶς ἐξεδήμησας, θεοφόρε κραυγάζουσα· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Θεοτοκίον
Ὡραϊσμένη καλλοναῖς, ταῖς τῶν ἀρετῶν τὸν ὡραῖον, ὑπὲρ υἱοὺς τῶν γηγενῶν, ἀπεκύησας Λόγον Πανάμωμε, τὸν τερπναῖς ὡραιότησι, τοὺς αὐτὸν ὑμνολογοῦντας κατακοσμοῦντα.
Τῆς Ὁσίας. Οὐκ ἐλάτρευσαν.
Ἀφορήτοις σε πληγαῖς ὁ πολυμήχανος ἐχθρὸς συνέκοψε, καὶ ποικίλας μηχανάς, ἀλλ’ αὐτοῦ κατέβαλες μάταιον φρύαγμα, ἀναμέλπουσα· ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Διαδήματι Θεὸς σ’ ἐστεφάνωσεν Ὁσίων καύχημα, ὦ Εὐπραξία σεμνή, Ἀγγέλων δὲ τάγματα, ἔχαιρον ψάλλοντα· ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἡ τρισήλιος αὐγὴ καὶ ὁμοούσιος, ὁ μόνος Κύριος, τῶν ἀρετῶν σε εὑρών, δοχεῖον ἀκήρατον, ἐν σοὶ κατώκησεν, ὅθεν ἔκραζες· ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σοῦ ὁ τράχηλος ὁρμῖσκος Κόρη γέγονε, καὶ ἐλεφάντινος, καθάπερ πύργος ἁγνή, αἱ χεῖρες δὲ πάναγνε, ἐν αἷς τὸν Κύριον ἦρας ὤφθησαν, χρυσαῖ τε καὶ διάλιθοι, καὶ θαρσὶς πεπληρωμέναι.
Καταβασία
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν· ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η'. Τῆς Προμήτορος. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ
Ἡ μήτηρ τῆς μόνης Θεοτόκου, ἡ στεῖρα τὸ πρίν, νῦν δὲ προμήτωρ Χριστοῦ, ὥσπερ τῆς στειρώσεως, οὕτω τῆς νεκρώσεως, ἐκδυσαμένη ἔνδυμα, ἐν χώρᾳ ζώντων βοᾷ· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Χριστὸς σοι τὰς πύλας ἐκπετάσας, τὰς ἄνω περιχαρῶς καθυπεδέξατο, πύλην ὅτι ἔτεκες, ἣν αὐτὸς διώδευσε, καὶ κεκλεισμένην ἔδειξε, μετὰ τὴν πάροδον, θεόφρον ἀξιάγαστε Ἄννα· ὅθεν σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ἁγίως τὸν βίον ἐκτελοῦσα, Ἁγίας ἀειπαρθένου Μήτηρ γέγονας, ἥτις τὸν πανάγιον, Λόγον ἀπεκύησεν, ἁγιασμὸν καὶ λύτρωσιν ἡμῖν παρέχοντα, θεόφρον ἀξιάγαστε Ἄννα· ὅθεν σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Πολλοῖς συνεχόμενον κινδύνοις, καὶ σάλῳ τῆς ἁμαρτίας κινδυνεύοντα, ὅρμον πρὸς ἀκύμαντον, αὔραις ταῖς τοῦ Πνεύματος, Θεογεννῆτορ Δέσποινα, νῦν καθοδήγησον· λιμὴν Χριστιανῶν γὰρ ὑπάρχεις· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Τῆς Ὁσίας. Ὁ αὐτός.
Νοΐ καθαρῷ λελαμπρυσμένη, ἡ θεία ποίμνη σου γέγονε μετάρσιος, εἶδεν ἃ ἡτοίμασεν, ἀγαθά σοι Κύριος, νυμφῶνα ανεκλάλητον, καὶ πανακήρατον, τὸ στέφος Εὐπραξία, ἐν ᾧ σε ὁ ἀγωνοθέτης κατέστεψε Νυμφίος.
Δόξης καταφρονήσας τῆς κάτω, καὶ πᾶσαν διάνοιαν ἐπτέρωσας, ἀρετῶν κουφότητι, ὅθεν καὶ ἀνύψωσε πρὸς θεῖον ὕψος ἄῤῥητον, ᾧ χαίροις ψάλλουσα· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τριαδικόν.
Ἄναρχε Τριὰς Θεὲ τῶν ὅλων, πρεσβείαις τῆς Εὐπραξίας ἡμᾶς οἴκτειρον, ῥῦσαι τῆς κολάσεως, πάσης τε κακώσεως, καὶ τῆς Ἐδὲμ ἀξίωσον ἐνθέως ψάλλοντας· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Κόρη οἱ μαστοί Σου οἱ ὡραῖοι, νεβροὶ τῆς δορκάδος ἀνεδείχθησαν, δίδυμοι πανύμνητε, καὶ ἀμπέλου βότρυες, κοιλία δέ Σου ἄχραντε, Θεὸν χωρήσασα, θημωνία σίτου ὄντως γέγονε, πεφραγμένη ἐν κρίνοις καὶ ἄνθεσι.
Καταβασία
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'. Τῆς Προμήτορος. Εὔα μὲν τῷ τῆς παρακοῆς
Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ στειρώσεως κατάρας, λυθεῖσα εὐλογίαν τὴν τέξασαν, ἐκύησας ἁγνὴν Θεομήτορα· ᾗ συγχορεύεις ἀξιάγαστε.
Ἐκ γῆς τῆς γαστρός σου ἀληθῶς γεγέννηται, γῆ ἁγία ἀγεώργητος, στάχυν βλαστήσασα ἀσπόρως, τοῦ κόσμου τὸν τροφέα καὶ Κύριον, τὸν σὲ πρὸς τὴν τρυφὴν τὴν ἀδάπανον, Ἄννα πανσόφως μεταστήσαντα.
Ἐδέξατο ἄλυπος ζωὴ καὶ ἄφθαρτος, μετὰ τέλος σὲ Πανεύφημε, ξύλου ζωῆς νυνὶ μετέχεις, Δικαίων συνευφραίνῃ συστήματι, καὶ θείων Ἀσωμάτων στρατεύμασιν· ὅθεν σε πάντες μακαρίζομεν.
Ἡ μνήμη σου σήμερον ἡμῖν ἀνέτειλε, τοῦ ἡλίου τηλαυγέστερον, φέγγει πλουσίων χαρισμάτων, ἡμᾶς καταφαιδρύνουσα Πάνσεμνε, καὶ ζόφον παθημάτων ἐξαίρουσα, ἥν ἐκτελοῦντας ἡμᾶς φύλαττε.
Θεοτοκίον
Μαρία κυρία τοῦ παντός, παντοίοις με δουλωθέντα πλημμελήμασι, σὺ ἐλευθέρωσον· αὐτὴ γάρ, τὸν ἐλευθερωτὴν πάντων τέτοκας, δουλείας τὸν ἡμᾶς λυτρωσάμενον, τῆς ἁμαρτίας θείῳ νεύματι.

Τῆς Ὁσίας. Ἅπας γηγενής.
Σοῦ τὸ ἱερόν, καὶ ἅγιον λείψανον ἐν τάφῳ κείμενον, θάπτει τὰ νοσήματα, καὶ φλέγει στίφη δαιμόνων πάντοτε, τοῖς εὐλαβῶς προστρέχουσι τῇ θείᾳ χάριτι, ἀναβλύζει, πᾶσι τὰ ἰάματα, διὰ τοῦτο πιστῶς σε γεραίρομεν.
Εὗρες ἀμοιβάς, τῶν πόνων ὡς ἤλπισας τὰς οὐρανίους τιμάς, ἔστης τῆς ἐφέσεως, αὐτὴν εὑροῦσα τῶν ἀγαθῶν τὴν πηγήν, κατατρυφᾷς τρανώτερον καὶ καθαρώτερον, τοῦ νυμφίου, βλέπεις ἅπερ βλέπουσι, Εὐπραξία Ἀγγέλων τὰ τάγματα.
Ἤδη τῷ Χριστῷ, ἐγγίζουσα τρανώτερον, καὶ καθαρώτερον, μέμνησο τῶν πίστει σου, μνημονευόντων ἀειμακάριστε, ἁμαρτιῶν συγχώρησιν ἡμῖν αἰτουμένη, νοσημάτων, πάντων ἀπολύτρωσιν, καὶ Θεοῦ Βασιλείας οἰκείωσιν.

Θεοτοκίον.
Σοῦ ὁ ὀμφαλός, ἁγνὴ κρατὴρ γέγονε τορευτὸς ἔμπλεως, οἱ ῥυθμοὶ δὲ ἄχραντε, μηρῶν Σου θείων ὁρμίσκοις ὅμοιοι, ποδῶν Σου διαβήματα ὡραιώθησαν, ὅλη Κόρη, ὅλη πέφυκας, ὡς σεληνὴ λαμπρά, καὶ ὡς ἥλιος.
Καταβασία
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

Ἐξαποστειλάριον. Τῆς Ὁσίας. Γυναῖκες ἀκουτίσθητε.
Ἀγάλλου τέρπου χόρευε, τῶν μοναζόντων σύστημα, τῆς Εὐπραξίας τὴν μνήμην, πανηγυρίζοντες πάντες, ἰδοὺ γὰρ καταλείψασα, τὸν κόσμον τὸν ἐπίκηρον, καὶ πρὸς μονὰς έλήλυθε, τὰς οὐρανίους καὶ χαίρει, ὑπὲρ ἡμῶν καὶ πρεσβεύει.
Ἕτερον. Τοῖς Μαθηταῖς.
Τὸν δρόμον διανύσασα, ἀπλανῶς Εὐπραξία, τῆς ἱερᾶς ἀσκήσεως πρὸς σκηνώματα θεῖα, κατέφθασας καὶ σὺν πᾶσι, τῶν Ἁγίων τοῖς δήμοις, ἐνδόξως σὺ ἐσκήνωσας, καὶ τρυφῆς τῆς ἀλήκτου, ἐν μετοχῇ, γενομένῃ πάντως τῇ ἀνεκφράστῳ, ἀγάλλεσαι ἀοίδιμε, τῷ Θεῷ παρεστῶσα.
Ἕτερον. Τῆς Προμήτορος.
Χρεωστικῶς ὑμνήσωμεν, τὴν θεόκλητον Ἄνναν· τὴν Θεοτόκον αὕτη γάρ, τὴν Παρθένον Μαρίαν, κυήσασα παρ' ἐλπίδα, ἀγχιστεὺς κατὰ σάρκα, Χριστοῦ τοῦ Λυτρωτοῦ ἡμῶν, ἀνεδείχθη τοῦ ταύτην, θεοπρεπῶς, προσλαβόντος σήμερον ἐν ὑψίστοις, ὑπὲρ ἡμῶν πρεσβεύουσα, καὶ εἰρήνης τοῦ κόσμου.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ προσόμοια β' τῆς Προμήτορος. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Μνήμην τελοῦντες αἰσίαν, σὲ ἀνυμνοῦμεν Χριστέ, τὸν παραδόξως Ἄνναν, ἐκ ζωῆς τῆς προσκαίρου πρὸς τὴν ἄληκτον δόξαν, μεταστήσαντα νῦν, ὡς μητέρα ὑπάρχουσαν, τῆς σὲ τεκούσης ἀσπόρως ὑπερφυῶς, Θεοτόκου καὶ Παρθένου Μητρός.

Μνήμην ἁγίαν τελοῦντες, τῶν Προπατόρων Χριστοῦ, Ἰωακεὶμ καὶ Ἄννης, τῶν σεπτῶν καὶ ἀμέμπτων, δοξάζομεν ἀπαύστως, τὸν λυτρωτήν, καὶ οἰκτίρμονα Κύριον, τόν μεταστήσαντα τούτους πρὸς τὴν ζωήν, τὴν ἀγήρω καὶ ἀνώλεθρον.

Καὶ β΄ τῆς Ὁσίας. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Ἡ τῶν Ἀγγέλων ποθήσασα τὸν βίον, ὅτε τὴν ἐνήδονον, τρυφὴν διέπτυσας, τῇ ἐγκρατείᾳ σχολάζουσα, καὶ ἀγρυπνίᾳ, καὶ χαμευνίᾳ καὶ ταπεινότητι, τότε καθαρώτατον, σκεῦος γεγένησαι, Πνεύματος θείου χαρίσμασι, περιφανέσι, κεκοσμημένη πρὸς τούτου πάνσοφε, ὅθεν τιμῶμεν, σοῦ τὴν κοίμησιν, καὶ ἐκτενῶς δυσωποῦμέν σε, ἱκετεῦσαι τὸν Κτίστην, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀνδρειοφρόνως τελέσασα ἀγῶνα, Εὐπραξία πάνσεμνε τὸν τῆς ἀσκήσεως, μοναζουσῶν κανὼν γέγονας, καὶ ἐκμαγεῖον, τῶν ὑπηκόων τὸ θαυμαστότατον, Χριστὸς σὲ ἐδέξατο εἰς τὰ οὐράνια, τῆς Παραδείσου τερπνότητος, καὶ ἀκορέστως, ἐν ταῖς Ἁγίων θείαις λαμπρότησιν, εὐφραίνῃ μῆτερ, τὸν τρισάγιον, ὕμνον ᾄδουσα Θεῷ μετ’ Ἀγγέλων νῦν, Ὃν αὐτοῖς συνδυσώπει, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος πλ. α΄.
Πανηγύρεως ἡμέρα, τῆς παρθένου καὶ μητρὸς ἡμῶν Εὐπραξίας, συνευφρανθῶμεν ἐνθέως ἀδελφοί, καὶ πνευματικῶς μελωδοῦντες, εὐφημήσωμεν αὐτήν. Χαίροις λέγοντες, παρθένων ἐγκαλλώπισμα, ἡ κατὰ Παὺλον σκύμβαλα ἡγησαμένη πάντα, καὶ τῷ Χριστῷ ὁλοψύχως ἀκολουθήσασα· χαίροις, ἡ τῶν καλὼν πράξεων ἐπώνυμος, ἡ εἰς μέγιστον καὶ αἰθέριον ὕψος ἀναβᾶσα τῶν ἀρετῶν· χαίροις, ἡ τὴν ψυχὴν ἁγνισθεῖσα θεοπρεπῶς, καὶ πνευματικῆς πλησθεῖσα χάριτος, εἰς τὸ θεραπεύειν νοσήματα, καὶ διώκειν τὰ πνεύματα. Ὡς ἔχουσα παῤῥησίαν πρὸς Θεόν, αἴτησαι δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος, τοῖς ἐκ ποθου τελοῦσι τὴν μνήμην σου.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὦ μακαρία δυάς, ὑμεῖς πάντων τῶν γεννητόρων ὑπερήρθητε, ὅτι τὴν τῆς κτίσεως πάσης ὑπερέχουσαν ἐβλαστήσατε· ὄντως μακάριος εἶ Ἰωακείμ, τοιαύτης παιδὸς χρηματίσας πατήρ· μακαρία ἡ μήτρα σου Ἄννα, ὅτι τὴν μητέρα τῆς ζωῆς ἡμῶν ἐβλάστησας, μακάριοι οἱ μαστοὶ οὓς ἐθήλασας, τὴν γαλακτοτροφήσασαν τὸν τρέφοντα πᾶσαν πνοήν, Ὃν δυσωπεῖν ὑμᾶς παμμακάριστοι αἰτούμεθα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις.

Εἰς τὴν Λειτουργίαν.

Τὰ Τυπικά, ἐκ τοῦ Κανόνος τῆς Προμήτορος ᾠδὴ γ' καὶ τῆς Ὁσίας ᾤδὴ στ'.
Ἀπόστολος καὶ Εὐαγγέλιον τῆς Ὁσίας.
Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον, ἔσται δίκαιος. Ἀλληλούϊα.


http://voutsinasilias.blogspot.co.nz/2012/07/25.html

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου