Τετάρτη, 2 Μαΐου 2012

Ακολουθία αγίας Παρθένας της παρθενομάρτυρος της Εδεσσαίας (9 Ιανουαρίου)


Τῇ  Θ΄ Τοῦ μηνός Ιανουαρίου μνήμη της αγίας ενδόξου παρθενομάρτυρος Παρθένας της Εδεσσαίας

Ποιηθείσα υπό Μοναχού Γερασίμου Μικραγιαννανίτου

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ, Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τῆς ῾Αγίας.

῏Ηχος δ'. ῾Ως Γενναῖον ἐν Μάρτυσι.

Ὡς παρθένον θεόφρονα, καὶ Μαρτύρων ὁμόζηλον, συνελθόντες σήμερον ευφημοῦμέν σε, τῶν ᾽Εδεσσαίων συστήματα, Παρθένα φερώνυμε ὡς γὰρ θῦμα καθαρόν, προσηνέχθης
ἀθλήσασα, τῷ Παντάνακτι, κᾳὶ ἡγίασας ἄθλοις σου ἁγίοις, ῎Εδεσσαν τὴν σὴν πατρίδα, λαμπρῶς τελοῦσαν τὴν μνήμην σου.

Τὴν ἀγάπην τὴν ἔνθεον, καὶ ψυχῆς τὴν εὐγένειαν, τῇ σῇ ὑπεμφαίνουσα καρτερότητι, τοῖς τοῦ πατρός σου βουλεύμασιν, ἀνδρείως ἀντέταξας, καὶ τὸν τύραννον ἐχθρόν, τῇ ἀτρέπτῳ
ἐνστάσει σου, ἐταπείνωσας· διὰ τοῦτο Μαρτύρων τῷ στεφάνῳ, ὡς ἀθλήσασα νομίμως, Μάρτυς, Παρθένα κεκόσμησαι.

Παρθενίας τῇ χάριτι, καὶ τῷ ζήλῳ τῆς πίστεως σθενουμένη πάνσεμνε θείῳ Πνεύματι, τὴν πατρικην ἀθεότητα, καὶ γνώμην τὴν βάρβαρον, κατεπάτησας στερρῶς, καὶ βασάνων
δριμύτητα, ὡς ἀσώματος, ᾽Αθληφόρε Παρθένα καθυπέστης, καὶ τὸν θάνατον ἀνδρείως, ὑπὲρ Χριστοῦ τοῦ νυμφίου σου.

Οὐ τυράννων ἡ δύναμις, οὔτε ἄνθος νεότητος, οὐ πεῖρα κολάσεων καλλιπάρθενε, οὔτε τοῦ σώματος γύμνωσις, οὐ βίαιος θάνατος, τῆς ἀγάπης τοῦ Χριστοῦ, ἀποστῆσαί σε ἴσχυσαν, ἀλλ᾽ ὡς ἄσαρκος, εὐσεβείας ἠγώνισαι τὸ σκάμμα, καὶ ἀξίως ἐδοξάσθης, παρὰ Χριστοῦ Παρθενώνυμε.

Ἐδεσσαίων ἀγλάϊσμα,᾽Εκκλησίας ὡράϊσμα, τῶν παρθένων ἔνθεον ἐγκαλλώπισμα, Μαρτύρων ἄνθος πανεύοσμον, ἁγνείας θησαύρισμα, καὶ ἑδραίωμα πιστῶν, ἐξαιρέτως ῾Ελλήνων δέ, μέγα καύχημα, ὡς ἀθλήσασα χρόνοις τῆς δουλείας, ἀνεδείχθης
ἐν Κυρίῳ, Παρθένα Μάρτυς πολύαθλε.

Τοῖς τιμίοις ἀγῶσί σου, καὶ αἱμάτων τοῖς ρεύμασιν, ἡ πατρίς σου Ἔδεσσα καλλωπίζεται, καὶ στηριγμόν σε κατέχουσα, οὐδόλως σαλεύεται, ἐχθρικαῖς ἐπιβουλαῖς, καὶ δειναῖς περιστάσεσιν, ἀλλὰ πάντοτε, τῇ θερμῇ σου πρεσβείᾳ καταφεύγει, καὶ λυτροῦται πάσης βλάβης τῇ ἀντιλήψει σου πάνσεμνε.

Δόξα. ῏Ηχος δ'.
Τῆς εὐσεβείας τὸν θησαυρόν, ἀσφαλῶς φυλάττουσα, τὴν κατὰ σοῦ βουλὴν τοῦ ἀλάστορος, ἠκύρωσας πάνσεμνε, τῇ ψυχικῇ ἀνδρείᾳ, καὶ οὐρανίῳ φρονήματι· τὴν γὰρ ἀσθένειαν τοῦ θήλεος, παρ' οὐδὲν ἡγησαμένη, γνώμην ἔμφρονα ἐπεδείξω, καὶ στάσιν ἄτρεπτον, ἐν τῇ ἐπαγωγῇ τῶν δεινῶν καὶ μαρτυρικὴν ζηλώσασα ἀρετήν, πρὸς τὴν ἁμαρτίαν, μέχρις αἵματος ἀντικατέστης, τὸν κάλλιστον ἀγῶνα, ἀθλητικῶς τελέσασα. ᾽Αλλ' ὦ Παρθενομάρτυς
Παρθένα, ἐν τῷ νυμφῶνι τῆς χαρᾶς χορεύουσα, πρέσβευε Χριστῷ τῷ νυμφίῳ σου, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. ῾0 αὐτὸς. Τῆς ῾Εορτῆς.

Δεῦτε μιμησώμεθα τὰς φρονίμους, Παρθένους, δεῦτε ὑπαντήσωμεν τῷ φανέντι Δεσπότῃ, ὅτι προῆλθεν ὡς νυμφίος πρὸς τὸν Ἰωάννην. Ὁ ᾽Ιορδάνης ἰδών σε, ἔπτηξε καὶ ἔμεινεν. ῾0 ᾽Ιωάννης ἐβόα· Οὐ τολμῶ κρατῆσαι κορυφῆς ἀθανάτου. Τὸ Πνεῦμα κατήρχετο ὲν εἴδει περιστερᾶς, ἁγιάσαι τὰ ὕδατα· καὶ φωνὴ οὐρανόθεν· Οὗτος ἐστὶν ὁ Υἱός μου, ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων. Κύριε δόξα σοι.

Εἴσοδος, Φῶς ἱλαρόν,τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ
᾽Αναγνώσματα.

Προφητείας Ἡσαϊου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτας ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖνς ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτός Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ ᾿Ισραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ', 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.


Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ.' 15.)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς• ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.


Εἰς τὴν Λιτήν. ᾽Ιδιόμελα. ῏Ηχος α'.

Εὐφραίνου ἐν Κυρίῳ, ἡ πόλις ῎Εδεσσα, ὡς μήτηρ καλλίτεκνος, χορεύουσα τῷ πνεύματι· ἐκ σοῦ γὰρ ἀνεβλάστησεν, ἡ φερώνυμος Παρθένος, τῆς παρθενίας τὸ ἄνθος, καὶ τῆς εὐσεβείας τὴν εὐωδίαν, τῇ ᾽Εκκλησίᾳ διέπνευσεν· ἀθλητικῶς γὰρ ἠγωνίσατο, ὡς
παρθένος ἐκλεκτή, καὶ τρόπαιον νίκης ἤγειρε, κατὰ τῶν ἀντιπάλων ἐχθρῶν· ὅθεν τοῦ σοῦ τέκνου συνορῶσα τὴν δόξαν, τῷ ᾽Αθλοθέτῃ Σωτῆρι βόησον· Κύριε δόξα σοι.

῏Ηχος β'.
Παρθενικῇ καλλονῇ ὡραϊσμένη, τῷ ἀθανάτῳ κατηγγυήθης νυμφίῳ, ὡς καλὴ καὶ ἄμωμος, Παρθένα θεόνυμφε· καὶ τῇ φωνῇ αὐτοῦ ἀκολουθοῦσα, οὐδόλως ἐπτοήθης, τὴν κατὰ σοῦ
μανίαν τοῦ ἐχθροῦ, ἀλλ' ἐν δυνάμει πίστεως, τοῦτον ἀνέτρεψας, καὶ ὡς προῖκα πολύτιμον, τῷ σῷ νυμφίῳ Χριστῷ προσήγαγες, τὴν μακαρίαν σου ἄθλησιν· ᾯ πρέσβευε δεόμεθα καλλιμάρτυς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

῏Ηχος γ'.
Ἐν τῇ πέτρᾳ τῆς πίστεως, τὴν ψυχὴν ἐρείσασα, ἀκλόνητος διέμεινας, τῶν ἐναντίων ταῖς προσβολαῖς· ὅθεν εὐθαρσῶς ἐβόας, τῷ διώκτῃ πατρί· Οὐ πτοοῦμαί σου τὰς ἀπειλάς, οὐ
τιμωρίας τὰς σκληράς, οὐδὲ θανάτου τὴν ψῆφον, ἀλλὰ προθύμως ὑπὲρ Χριστοῦ σφαγιάζομαι, τοῦ ἐπαγγειλαμένου διδόναι, τοῖς πειθαρχοῦσιν αὐτῷ, ζωὴν τὴν αἰώνιον. Αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, Παρθενομάρτυς Παρθένα ἔνδοξε.

Ἦχος δ'.
Τοῖς ἀθλητικοῖς σου πόνοις, πολλῷ πλεῖον ἐλάμπρυνας, τῆς παρθενίας τὸ κάλλος, Παρθένα θεόνυμφε· πατρῴαις γὰρ χερσί, πολλῶν βασάνων πεῖραν λαβοῦσα, ὡς χρυσὸς ἐν χωνευτηρίῳ ἐδοκιμάσθης, καὶ ὑπὲρ ἥλιον ἔλαμψεν ἡ καρτερία σου, ἐν καιρῷ τῶν ἀγώνων· καὶ τῶν μὲν ἀπίστων τὰς ὄψεις ἠμαύρωσε, τῶν δὲ πιστῶν τὰς καρδίας ἐθέρμανε, πρὸς θείαν ἀγάπην, καὶ ὑπομονὴν σταθηράν, ἐν τῇ ἐλπίδι τῶν ἀποκειμένων βραβείων· ἃ παρέξει
Χριστὸς ὁ Θεός, τοῖς βοῶσιν αὐτῷ· Κύριε δόξα σοι.

Δόξα. ῏Ηχος β'.
Τὴν τοῦ πατρὸς βδελυξαμένην ἀσέβειαν, τὸ ὑπὲρ, Χριστοῦ μαρτύριον, προθύμως ἀνεδέξω, Παρθένα πανεύφημε· ἐν ἁπαλῷ γὰρ σώματι, ἀθλητικοὺς ἀνύσασα ἀγῶνας, ἀθλητικῶν
ὲπάθλων ἠξίωσαι, ὡς φρονίμη παρθένος, καὶ μάρτυς ἀνδρεία, παρὰ τοῦ πάντων Θεοῦ. Ὅθεν ᾽Εδεσσαίων παῖδες, τοῖς σοῖς σκάμμασι σεμνύνονται, καὶ σὲ προστάτιν ἔτοιμον, ἀεὶ ἐπιγράφονται, οὓς φύλαττε δεόμεθα, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.

Καὶ νῦν. ῾0 αὐτός. Τῆς ῾Εορτῆς.
Ὑπέκλινας κάραν τῷ Προδρόμῳ, συνέθλασας κάρας τῶν
δρακόντων· ἐπέστης ἐν τοῖς ρείθροις, ἐφώτισας τὰ σύμπαντα,
τοῦ δοξάζειν σε Σωτήρ, τὸν φωτισμὸν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.
῏Ηχος β'. ῞Οτε ἐκ τοῦ ξύλου.
Ὅτε ἐδουλώθη χαλεπῶς, ῎Εδεσσα σεμνὴ ἡ πατρίς σου, ᾽Αγαρηνῶν ταῖς χερσί, τότε ὡς πολύφωτος λαμπὰς ἀνέλαμψας, μαρτυρίου παλαίσμασι, Παρθένα θεόφρον, καὶ λαμπρῶς
ἐφαίδρυνας, τὰς των ῾Ελλήνων ψυχάς, φέρειν τῆς δουλείας τὴν νύκτα, καὶ Χριστῷ ἀεὶ ἀτενίζειν, τῷ πιστοῖς παρέχοντι τὴν δύναμιν.

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Ὅτε ὁ γεννήτωρ σου σεμνή, γνώμῃ θηριώδει σὲ εἷλκε, πρὸς
ἀπωλείας βυθόν, τότε τούτου ἤλεγξας τὴν ἀθεότητα, καὶ γενναίως, ὑπέμεινας, σκληρὰς τιμωρίας, καὶ θάνατον ἄδικον, ὑπὲρ τῆς δόξης Χριστοῦ· ὅθεν οὐρανίων θαλάμων, καὶ τῆς τῶν Μαρτύρων εὐκλείας, ἔνδοξε Παρθένα κατηξίωσαι.

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου...
Χαίροις Ἐδεσσαίων καλλονή, καὶ καταφυγὴ ἐν ἀνάγκαις, καὶ βοηθὸς ἀληθής· χαῖρε νύμφη ἄφθορε, τοῦ Ζωοδότου Χριστοῦ, ᾽Αθληφόρων καλλώπισμα, παρθένων ἡ δόξα, Ορθοδόξου πίστεως, ἔρεισμα ἄσειστον· χαίροις καλλιμάρτυς Παρθένα, ἡ τὸν πολυμήχανον ὄφιν, ἄθλοις κρατεροῖς σου θριαμβεύσασα.

Δόξα. ῏Ηχος πλ. δ'.
Μαρτυρικῶς ἀριστεύσασα, τῶν πάλαι Μαρτύρων τοὺς ἄθλους, ἐν σεαυτῇ ἀνεζωγράφησας πάνσεμνε· οὐ γὰρ ἔφριξας τυραννικὴν θρασύτητα, οὐκ ἐφείσω τοῦ ἁπαλοῦ σου σώματος,
δαπανωμένου τοῖς αἰκισμοῖς, ἀλλ' ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ, πάντων περιεγένου, καὶ δι' αἵματος ἐτέλεσας, τῆς ἀθλήσεως τὸ στάδιον. Καὶ νῦν Μαρτύρων δήμοις συνοῦσα, Παρθενομάρτυς πολύαθλε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. ῾0 αὐτός. Τῆς ῾Εορτῆς.
Σήμερον ἡ κτίσις φωτίζεται, σήμερον τὰ πάντα εὐφραίνονται, τὰ οὐράνια ἅμα καὶ τὰ ἐπίγεια, ῎Αγγελοι καὶ ἄνθρωποι συμμίγνυνται· ὅπου γὰρ Βασιλέως παρουσία, καὶ ἡ τάξις
παραγίνεται. Δράμωμεν τοίνυν ἐπὶ τὸν ᾽Ιορδάνην, ἴδωμεν πάντες τὸν Ἰωάννην, πῶς βαπτίζει Κορυφήν, ἀχειροποίητον καὶ ἀναμάρτητον. Διὸ ᾽Αποστολικὴν φωνὴν προσᾴδοντες συμφώνως βοήσωμεν· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις,  καταυγάζουσα καὶ παρέχουσα πιστοῖς τὸ μέγα ἔλεος.

Νῦν ἀπολύεις,τὸ τρισάγιον, καὶ τὸ ᾽Απολυτίκιον.
῏Ηχος γ'. Θείας πίστεως.

Θεῖον βλάστημα, ᾽Εδέσσης ὤφθης, καὶ ἰσότιμος, κλεινῶν Μαρτύρων, ᾽Αθληφόρε Παρθένα φερώνυμε· τοῦ γὰρ πατρὸς τὴν κακίαν ἐλέγξασα, ὑπὲρ Χριστοῦ θεοφρόνως ἐνήθλησας· ὅθεν πρέσβευε, δοθῆναι τοῖς σὲ γεραίρουσι, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.

Καὶ τὸ τῆς ῾Εορτῆς.

Ἐν ᾽Ιορδάνῃ βαπτιζομένου σου Κύριε..
᾽Απόλυσις.



ΕΝ Τῼ ΟΡΘΡῼ


Μετὰ τὴν α' στιχολογίαν, Κάθισμα.
῏Ηχος α'. Τὸν τάφον σου Σωτήρ.


Τὴν μνήμην σου σεμνή, ὁ λαὸς τῆς ᾽Εδέσσης, γεραίρει εὐλαβῶς, καὶ τιμᾷ τοὺς σοὺς ἄθλους· προστάτιν γάρ σε κέκτηται, ὡς νομίμως ἀθλήσασαν. ῞Οθεν πρέσβευε, Παρθενομάρτυς Παρθένα, πάσης ῥύεσθαι, ἡμᾶς ἀνάγκης καὶ βλάβης, ἐχθροῦ πολεμήτορος.

Τῆς ῾Εορτῆς, ὅμοιον.

Ἐν ῥείθροις ποταμοῦ, ᾽Ιορδάνου Οἰκτίρμον, θελήσει βαπτισθείς, ὁ ἀμόλυντος φύσει, τὸν ῥύπον ἀπεκάθηρας, τοῦ ᾽Αδὰμ ὡς φιλάνθρωπος. ῞Οθεν αἴνεσιν, μεγαλωσύνην καὶ δόξαν, ἀναπέμπομεν, τῇ σῇ χρηστότητι Σῶτερ, δι' ἧς κόσμον ἔσωσας,

Μετὰ τὴν β' στιχολογίαν, Κάθισμα.
῏Ηχος δ'. Ταχὺ προκατάλαβε.

Ἀδούλωτος ἔμεινας, κατὰ ψυχὴν ὦ σεμνή, ἡνίκα δεδούλωται, ἡ σὴ πατρὶς τῷ ἐχθρῷ, καὶ χαίρουσα ἤθλησας· ὅθεν τῶν κλονουμένων, στηριγμὸς ἀνεδείχθης, πᾶσιν ἐλευθερίας, ἐντιθεῖσα ἐλπίδα, Παρθένα δεδοξασμένη, τοῖς σὲ μακαρίζουσι.

Τῆς ῾Εορτῆς, ὅμοιον.


Ἐν ῥείθροις ἐπέφανας, τοῦ ᾽Ιορδάνου Χριστέ, χειρὶ δὲ βεβάπτισαι, τοῦ ᾽Ιωάννου ἑκών, ἐλέους ἡ ἄβυσσος· ὅθεν τῇ σῇ βαπτίσει, λαμπρυνθέντες Οἰκτίρμον, τῆς πάλαι υἱοθεσίας, ἠξιώθημεν Σῶτερ· διό σου τὴν ἐπιφάνειαν, πίστει δοξάζομεν.



Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
῏Ηχος πλ. α'. Τὸν συνάναρχον Λόγον.


Τὴν ἀμώμητον πίστιν στερρῶς φυλάττουσα, τοῦ πατρός σου τὸ ἄθεον ἐστηλίτευσας, καὶ καθεῖλες τῶν ἐχθρῶν σεμνὴ τὸ φρύαγμα· ῥαβδισμοὺς γὰρ χαλεπούς, καὶ στρεβλώσεις τὰς
δεινάς, ἐνέγκασα ἀνενδότως, μαρτυρικῶς ἐδοξάσθης, Παρθένα μάρτυς ἀξιάγαστε.

Τῆς ῾Εορτῆς, ὅμοιον.
Ἰορδάνου τοῖς ρείθροις ἐπέστης Κύριε, καὶ σαρκὶ ἐβαπτίσθης ὁ ἀναμάρτητος, καὶ ἀπέπλυνας ἡμᾶς τοῦ πάλαι πτώματος. ῞Οθεν μεθέορτον πιστῶς, ὕμνον ᾄδομεν Χριστέ, τῇ θείᾳ σου  εὐσπλαγχνίᾳ· Εὐλογητὸς εἶ βοῶντες, ὁ ἀναπλάσας ἡμᾶς Κύριε.

Τὸ α' ἀντίφωνον τοῦ δ' ἤχου καὶ τὸ Προκείμενον.

῾Υπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.(2)
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.
῾Υπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Εὐαγγέλιον τοῦ ῎Ορθρου τοῦ ῾Αγίου Γεωργίου.

῾0 Ν'. Δόξα. Ταῖς τῆς ᾽Αθληφόρου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.

᾽Ιδιόμελον. ῏Ηχος πλ. β'.
Στίχ. ᾽Ελέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου...


Τὸ πῦρ τὸ νοερόν, τῆς τοῦ Κυρίου ἀγάπης, τὴν ψυχήν σου ἀναφλέξαν, λαμπάδα φαεινήν, τοῖς ᾽Εδεσσηνοῖς σε ἀνέδειξε, Παρθένα θεόφρον· τοῦ γὰρ ἐχθροῦ τὴν ὀφρὺν κατηγωνίσω, καὶ τὴν ζωὴν προθύμως ἔθυσας, ὑπὲρ τῆς πατρῴας πίστεως· ὅθεν ἀεὶ προΐστασο, τῶν τελούντων τὴν μνήμην σου, καὶ τὴν σὴν μακαριζόντων ἄθλησιν.

Εἷτα οἱ Κανόνες, τῆς ῾Εορτῆς καὶ τῆς ῾Αγίας.
῾0 Κανὼν τῆς ῾Αγίας, οὗ ἡ ἀκροστιχίς.
«᾽Εδέσσης δόξα Παρθένα πέλεις. Γερασίμου».


ᾨδὴ α'. ῏Ηχος β'. Δεῦτε λαοί.

Ἔχεις πολλήν, ὡς ἀθληφόρος ἀήττητος, τὴν παρρησίαν πάνσεμνε, πρὸς τὸν νυμφίον σου· διὰ τοῦτο δυσώπει, δοθῆναί μοι Παρθένα, λόγον ὑμνοῦντί σε.

Δῶρον Χριστῷ, τὴν παρθενίαν σου πάνσεμνε, καὶ σεπτήν σου ἄθλησιν, πίστει προσήγαγες, ἀθλήσασα νομίμως, καὶ τὸν ἐχθρὸν Παρθένα, καταπαλαίσασα.

Ἔργοις φωτός, καὶ τρόποις θείοις καὶ ἤθεσιν, ἁγνείας διαπρέπουσα, ὡς καλλιπάρθενος, τὴν ἁγίαν ζωήν σου, ἀθλητικοῖς ἀγῶσι, Μάρτυς ἐσφράγισας.

Θεοτοκίον.

Σάρκα ἐκ σοῦ, ἔννουν καὶ ἔμψυχον ῎Αχραντε, δίχα τροπῆς καὶ φύσεως, ὁ Λόγος ἔλαβε, καὶ τῷ κόσμῳ ὡράθη, παρέχων σωτηρίαν, τοῖς σὲ δοξάζουσι.

Καταβασία. Βυθοῦ ἀνεκάλυψε πυθμένα.

ᾨδὴ γ΄. Ἐν πέτρᾳ με τῆς πίστεως.

Συνέσει κοσμουμένη καὶ εὐσεβείᾳ, κατῄσχυνας πατρός σου τὴν ἀλογίαν, καὶ τούτου τὴν ἀσέβειαν ἐβδελύξω. Οὐκ ἔστιν ἅγιος, Χριστῷ κραυγάζουσα, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

Ἡ ῎Εδεσσα καυχᾶται τοῖς σοῖς σπαργάνοις, καὶ χαίρει τοῖς σοῖς ἄθλοις χαρὰν μεγάλην, ὁρῶσά σου τὴν νίκην ὦ Νεομάρτυς, ἥν ἦρας πάνσεμνε, κατὰ τοῦ δράκοντος, ἁπαλῷ ἐν σώματι, ἀριστεύσασα.

Στερρότητι καρδίας καθυπομένεις, μαστίγων τὰς ὀδύνας καὶ τὰς κακώσεις, γυμνὴ δὲ συρομένη χειμῶνος ὥρᾳ, τὸ πῦρ τῆς πίστεως, ὅ ἔνδον ἔφερες, ἅπασιν ὑπέφηνας, παρθενώνυμε.

Θεοτοκίον.

Δοχεῖον τῆς ἀστέκτου θείας οὐσίας, ὡς πάναγνος καὶ μόνη κεκαθαρμένη, ἐγένου, Θεοτόκε, δεδοξασμένη, καὶ κόσμῳ τέτοκας, Χριστὸν τὸν Κύριον, πρὸς τὴν πρώτην εὔκλειαν, ἡμᾶς ἀνάγοντα.

Καταβασία. ᾽Ισχὺν ὁ διδούς.

Κάθισμα. ῏Ηχος γ'. Τὴν ὡραιότητα.

Τῆς σῆς ἀθλήσεως, τὰ κατορθώματα, ἡ πόλις ῎Εδεσσα, πάλαι ἐθαύμασε, Παρθενομάρτυς τοῦ Χριστοῦ, Παρθένα ἠγλαϊσμένη· ὤρᾳ γὰρ νεότητος, ἠγωνίσω ὡς ἄσαρκος, καὶ πατρὸς τὸ ἄθεον, καὶ τυράννων ὠμότητα, οὐδόλως ἐπτοήθης θεόφρον· διὸ γεραίρομεν τὴν μνήμην σου.

Τῆς ῾Εορτῆς, ὅμοιον.
Σάρκα ἐνδέδυσαι, ὁ ῾Υπερούσιος, δι' ἀγαθότητα, μόνε Φιλάνθρωπε, καὶ ᾽Ιωάννου τῇ χειρί, τὸ βάπτισμα κατεδέξω, δι᾽ οὗ ἀπεκάθηρας, τοῦ ᾽Αδὰμ τὸ παράπτωμα, καὶ τῆς ζωῆς ἠξίωσας, ἀνωλέθρου καὶ κρείττονος, τοὺς πίστει ἀνυμνοῦντας Οἰκτίρμον, τὴν σὴν ἁγίαν ἐπιφάνειαν.

ᾨδὴ δ'. Εἰσακήκοα Κύριε, τὴν ἀκοήν.

Οἱ κρουνοὶ τῶν αἱμάτων σου, τῶν ἐκ τῆς ῎Αγαρ κατέκλυσαν τὸ θράσος, καὶ πιστῶν Παρθένα, ψυχὰς ἐδρόσισαν.

Ξενωθεῖσα ἐν χάριτι, τῆς δυσσεβοῦς πατρός σου κοινωνίας, Χριστῷ ᾠκειώθης, πίστει ἀθλήσασα.

Ἀνημέρως συγκόπτων σε, ἐν τοῖς δαρμοῖς ὁ δυσσεβὴς πατήρ σου, Χριστοῦ σε χωρίσαι οὐδόλως ἴσχυσε.

Πατρικὴν ἀθεότητα, καὶ τὴν ὀφρὺν ᾽Αγαρηνῶν Παρθένα, πίστεως ῥώμῃ, καταπεπάτηκας.

Θεοτοκίον.
Ἀπορρήτως κυήσασα, τὸν Ποιητὴν τῆς κτίσεως Παρθένε, πάντων ἀνωτέρα, κτισμάτων πέφηνας.

Καταβασία. ᾽Ακήκοα Κύριε φωνῆς σου.

ᾨδὴ ε'. Τῆς νυκτὸς διελθούσης.

Ῥωμαλέᾳ καρδίᾳ, ἤνεγκας ὡς ἀδάμας, τὰς πικρὰς στρεβλώσεις τοῦ σώματος, καὶ τὰς στρέβλας Παρθένα, ἤμβλυνας τῶν ἀνόμων, τῇ ἀντιτυπίᾳ τῶν πόνων σου.

Θαλπομένη ἀΰλως, θέρμῃ τοῦ Παρακλήτου, ψῦχος τὸ δριμὺ ἐκαρτέρησας, συρομένη Παρθένα, γυμνὴ ὑπ' ἀνόμων, ὥρᾳ χειμερίῳ πανθαύμαστε.

Εν τρισὶ ταῖς ἡμέραις, πεῖραν πικρῶν βασάνων, ἔλαβες Παρθένα τῷ σώματι, ὡς πιστῶς σεβομένη Τριάδα τὴν ἁγίαν, τὴν περιφανῶς σε δοξάσασαν.

Θεοτοκίον.

Νέον ἔτεκες βρέφος, τὸν πρὸ πάντων αἰώνων, ἐπ' ἀνακαινίσει τῆς φύσεως· διό με παλαιωθέντα, πάθεσι κακίας, καινοποίησόν με Πανάχραντε.

Καταβασία. ᾽Ιησοῦς ὁ ζωῆς ἀρχηγός.

ᾨδὴ στ'. ᾽Εν ἀβύσσῳ πταισμάτων.

Ἀσεβήσας πατήρ σου ὁ δείλαιος, σὲ πρὸς πλάνην ἄθεσμον βιαίως ὤτρυνεν, ἀλλὰ τῇ σῇ νενίκηται, ἀηττήτῳ Παρθένα στερρότητι.

Παρθενίας τὸ κάλλος τὸ πάντιμον, τοῖς μαρτυρικοῖς σου φαιδρύνασα στίγμασι, νύμφη Χριστοῦ περίδοξος, ἀνεδείχθης Παρθένα πανθαύμαστε.

Ἐδεσσαίων ἀγλάϊσμα πέφηνας, καὶ τῶν ᾽Αθλοφόρων τῶν πάλαι ἐκτύπωμα, περιφανῶς ἀθλήσασα, ἐν ὑστέροις καιροῖς καλλιπάρθενε.

Θεοτοκίον.

Λυτρωθέντες ἀρᾶς τοῦ Προπάτορος, ἐν τῇ ὑπὲρ φύσιν σου κυήσει ῎Αχραντε, τὸ χαῖρέ σοι κραυγάζομεν, τῇ πρεσβείᾳ σου Κόρη σῳζόμενοι.

Καταβασία. ῾Η φωνὴ τοῦ Λόγου.

Κοντάκιον. ῏Ηχος γ'. ῾Η παρθένος σήμερον.
Ἑορτάζει σήμερον, τῶν ᾽Εδεσσαίων ἡ πόλις, τὴν ἁγίαν μνήμην σου, Παρθενομάρτυς Παρθένα· χαίρει γάρ, πιστῶς σε θρέψασα ἐν Κυρίῳ, μέλπουσα, τοῦ μαρτυρίου σου τοὺς ἀγῶνας, οὓς διήνυσας ἀνδρείως, ὑπὲρ τῆς δόξης Χριστοῦ πανεύφημε.

Ὁ Οἶκος.
Ὅλον τὸν πόθον σου σεμνή ἀνέτεινας Κυρίῳ, καὶ τούτῳ βίον καθαρόν, καρποφορεῖς παρθενικῶς, Παρθένα μακαρία· ὅθεν ἐν τῇ ἐπαγωγῇ τῶ δεινῶν, καὶ τῇ καταιγίδι τῶν πειρασμῶν, ἀκατάπληκτον ἐπεδείξω φρόνημα, καὶ ἀκλόνητος κατὰ ψυχὴν ἔμεινας· τοῦ γὰρ ἐξομόσαντος πατρός σου, τὴν θηριώδη γνώμην οὐκ ἐπτοήθης, ἀλλ' ἐν ἀπτοήτῳ παρρησίᾳ, καὶ ἀτρέπτῳ λογισμῷ, μαστιγώσεις ὀδυνηράς, καὶ τῶν ᾽Αγαρηνῶν τὰς ἀπειλάς, καὶ
τιμωρίας καὶ στρεβλώσεις χαλεπάς, ὡς οὐδὲν ἐλογίσω· ἀνδρείως γὰρ διήνυσας τὸ μαρτύριον, ὑπὲρ τῆς δόξης Χριστοῦ πανεύφημε.

Συναξάριον.
Τῇ θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἁγίας ἐνδόξου καὶ καλλινίκου Παρθενομάρτυρος τοῦ Χριστοῦ Παρθένας τῆς ᾽Εδεσσαίας, ἀθλησάσης, ἐν ᾽Εδέσση κατὰ τὸ ἔτος 1375.
Στίχ.Πατρός σου μὴ πτήξασα θηριωδίαν
Χριστοῦ χάριν ἤθλησας στερρῶς Παρθένα
᾽Ενάτῃ μόρον Παρθένα ταληνεγῆ εὐτόλμως φέρει.

Αὕτη ἡ ῾Αγία καὶ πολύαθλος Παρθενομάρτυς τοῦ Χριστοῦ Παρθένα, ἡ τῆς παρθενίας ἐπώνυμος, κατάγεται ἐκ τῆς πόλεως ᾽Εδέσσης, τῆς οὔσης ἐν τῇ ῾Ελληνικῇ Μακεδονίᾳ, γεννηθεῖσα κατὰ τὸν δέκατον τέταρτον αἰῶνα. Κατὰ τὸ παρθενικόν της ὄνομα εἶχε καὶ τὴν ζωήν, πολιτευομένη σεμνῶς, ὡς καλλιπάρθενος κόρη, καὶ κοσμουμένη ἐν χρηστότητι χρυσέων ἠθῶν καὶ ἁγίων, καὶ ἀμέμπτοις τρόποις, καὶ καθαρότητι χριστιανικῆς ἀγωγῆς, καὶ τοῖς λοιποῖς προτερήμασι τῆς ᾽Ορθοδόξου καὶ ἀμωμήτου ἡμῶν πίστεως. Κατὰ τὸ ἔτος 1375 ἐπολιορκήθη ἡ πατρὶς αὐτῆς ῎Εδεσσα ὑπὸ τῶν Μωαμεθανῶν Τούρκων, οἱ δὲ κάτοικοι ἀντέταξαν κρατερὰν ἄμυναν, ἐνισχυόμενοι καὶ ἐνθαρρυνόμενοι πρὸς τοῦτο ὑπὸ τοῦ ἱερομονάχου Σεραφείμ, ἐφημερίου ὄντος τοῦ μέχρι νῦν σῳζομένου Μητροπολιτικοῦ ναοῦ,τιμωμένου ἐπ' ὀνόματι τῆς Κοιμήσεως τῆς Θεοτόκου. ᾽Επὶ ὀκτὼ καί πλέον μῆνας διήρκει ἡ σθεναρὰ ἅμυνα καὶ ἀντίστασις τῆς πόλεως. Ὁ ἐχθρός, ὅστις ἦτο ἄριστα ἐφωδιασμένος καὶ πολυάριθμος, ἀπέκαμε, καί, ὡς φαίνεται, ἡτοιμάζετο νὰ λύση τὴν πολιορκίαν τῆς πόλεως.
᾽Αλλὰ κατὰ τὴν τελευταίαν στιγμήν, εἷς ἐκ τῶν προκρίτων τῆς πόλεως, Πέτρος ὀνομαζόμενος, ὅστις εἶναι ὁ πατὴρ τῆς καλλιπαρθένου Παρθένας, (Κὲλλ Πέτρον, ἤτοι Κασιδιάρην Πέτρον διέσωσε τὸ ὄνομά του ἡ παράδοσις), πληρωθεὶς πλουσίως ὑπὸ τοῦ πολιορκητοῦ Πασᾶ τῶν Τούρκων, προέδωκε τὴν πόλιν εἰς χεῖρας αὐτῶν, ἐκ τοῦ νοτιοανατολικοῦ μέρους, ἔνθα αὐτὸς ἐφρούρει, καὶ ὅπου ἐκυριάρχει μία ἐκ τῶν κυριωτέρων ἐπάλξεων τῆς πόλεως. Σήμερον τὸ σημεῖον ἐκεῖνο εἶναι περίπου τὸ σημερινὸν Κιουπρί, κάτωθι τοῦ ὁποίου ρέει ὁ ποταμός, ὁ προερχόμενος ἐκ τῆς ῎Αγρας, καὶ διακλαδιζόμενος ἐντὸς τῆς πόλεως κινεῖ τὰ ἐργοστάσια, καὶ σχηματίζει τοὺς περιφήμους καταρράκτας τῆς ᾽Εδέσσης, καὶ διαχυνόμενος κάτωθι αὐτῆς ποτίζει τοὺς κήπους καὶ τὰ
ὀπωροφόρα δένδρα αὐτῆς, τοῦ Ριζαρίου, τοῦ Μαυροβουνίου καὶ τῆς Σκύδρας.
Οἱ Τοῦρκοι τὴν 26ην Δεκεμβρίου τοῦ 1375 εἰσῆλθον εἰς τὴν πόλιν, καὶ ἐπεδόθησαν εἰς τὴν σφαγὴν καὶ τὸν ἐξανδραποδισμὸν τῶν κατοίκων, καὶ τὴν ποικίλην διαρπαγὴν καὶ τὰς ἀτιμώσεις. Συνέλαβον τὸν ἱερομόναχον Σεραφείμ, καὶ καθυπέβαλον αὐτὸν εἰς φρικώδη βασανιστήρια, πειρώμενοι νὰ πείσουν τοῦτον ἵνα ἀπαρνηθῇ τὸν Χριστόν. Ἀλλ' ὁ λειτουργὸς τοῦ ῾Υψίστου, πλήρης θάρρους, καθυπέστη τὴν ἐπιφορὰν τῶν δεινῶν, τὸ ὄνομα τοῦ Χριστοῦ ὁμολογῶν, ἀλλὰ καὶ τὸ ὄνομα τῆς Πατρίδος διακηρύττων. Μετὰ σκληρὰ βασανιστήρια, διαρκέσαντα ἐπὶ ὀκταήμερον, ἤχθη ἐνώπιον τοῦ Πασᾶ, παρ' οὗ κατεδικάσθη,νὰ πνιγῇ, ριπτόμενος εἰς τὸν μέγαν καταρράκτην, ὕψους τεσσαράκοντα περίπου μέτρων, ὅπερ καὶ ἐγένετο. Καί οὕτως, ὁ καλὸς οὗτος λειτουργὸς τοῦ ῾Υψίστου καὶ ὑπέροχος πρόμαχος τῆς Πατρίδος, ἔλαβε τὸν στέφανον τοῦ διπλοῦ μαρτυρίου. ῎Αχρι δὲ νῦν οἱ αὐτόχθονες κάτοικοι τῆς πόλεως, τὸν μέγαν καταρράκτην γνωρίζουν ὑπὸ τὸ ὄνομα «ἰτσερὶ Πασᾶ» ἤτοι «νερὰ τοῦ Πασᾶ».
῾0 δὲ κακουργήσας προδότης Πέτρος, (ὁ Κὲλλ ἤτοι Κασιδιάρης, Πέτρος), μετὰ τὸν φρικώδη προδοσίαν του καὶ τὴν ἅλωσιν τῆς πόλεως, ἐξώμοσε τὴν ἁγίαν ἡμῶν πίστιν, καὶ ἠρνήθη ὁ ἄθλιος τὸ ὄνομα τοῦ Χριστοῦ, καὶ γενόμενος Μουσουλμᾶνος, περιετμήθη, καὶ οὕτως ἀπέβη υἱὸς ὀργῆς, καὶ αἰωνίου κατάρας καὶ ἀτελευτήτου κολάσεως.
᾽Αλλ' ὁ ἐξομόσας ἄθλιος προδότης καὶ πατήρ, ἠβουλήθη νὰ παραδώσῃ ὡς παλλακίδα εἰς τὸν Πασᾶν τὴν περικαλλεστάτην καὶ σεμνοτάτην κόρην αὐτοῦ Παρθέναν, τὸ πανευῶδες τῆς παρθενίας ἀλάβαστρον, ἀφοῦ προηγουμένως πείσῃ αὐτὴν καὶ ἀπαρνηθῇ τὸν Σωτῆρα ἡμῶν Χριστόν. ῎Εφριξεν εἰς τὸ ἄκουσμα τῶν λόγων τούτων ἡ καλλιπάρθενος κόρη Παρθένα, ἡ καὶ πρᾶγμα καὶ ὂνομα παρθένος, καὶ ὡς ἄλλη ῾Αγία Βαρβάρα ἤλεγξεν εὐθαρσῶς τὸν ἄθλιον τοῦτον πατέρα, τόσον διὰ τὴν ἐξώμοσιν τῆς ἁγίας ἡμῶν πίστεως, ὅσον καὶ διὰ τὴν πρωτοφανῆ αὐτοῦ ἀσέβειαν καὶ πώρωσιν, καὶ μετὰ φρονήματος ἀκαταπλήκτου, καὶ ψυχῆς στερροτάτης ὡμολόγησεν ἑαυτὴν Χριστιανήν, καὶ ὅτι οὐδέποτε θὰ ἀρνηθῇ τὸ γλυκύτατον ὄνομα τοῦ οὐρανίου νυμφίου αὐτῆς Χριστοῦ, κἂν μύρια καὶ φρικώδη ὑποστῇ μαρτύρια, καὶ τὸν θάνατον ἀκόμη.
᾽Αλλ' οὗτος ὁ δυσσεβής, ἀντὶ νὰ συντριβῇ καὶ μετανοήσῃ ἐκ τῆς ἀτρέπτου ταύτης στάσεως καὶ τῶν λόγων τῆς ἁγίας κόρης του, ἐξεμάνη καὶ ἀπεθηριώθη. Καὶ ἀλογήσας φυσικοῦ νόμου καὶ πατρικοῦ φίλτρου, ἔδειρεν ἀπανθρώπως τὴν θεόφρονα κόρην, μέχρις αἴματος καὶ ἀναισθησίας, ἐπικαλουμένην νοερῶς τὸ σωτήριον ὄνομα τοῦ νυμφίου αὐτῆς Χριστοῦ. Εἶτα ἐξεγύμνωσεν αὐτὴν καὶ ἡμιθανῆ παρέδωκεν εἰς χεῖρας τῶν βαρβάρων Τούρκων στρατιωτῶν. Οὗτοι ἐπὶ τριήμερον καθυπέβαλον αὐτήν, ἐν τῇ διακρινούσῃ αὐτοὺς ἀπηνείᾳ καὶ ἰταμότητι, εἰς φρικτὰς καὶ σκληροτάτας βασάνους καὶ  στρεβλώσεις, αἴτινες οὐδόλως ἐκλόνησαν τὸ ἀήττητον φρόνημα τῆς μακαρίας Παρθένας, ἀλλ' ἔδειξαν αὐτὴν στερροτέραν ἀδάμαντος, ἐν τῇ δυνάμει τῆς πρὸς Χριστὸν πίστεως.
Μετὰ πολλὰς βασάνους καὶ τιμωρίας, ἔσυραν αὐτὴν γυμνὴν καὶ ριγῶσαν, ἐν μηνὶ Δεκεμβρίῳ τελευτῶντι, εἰς τοὺς πλήρεις χιόνων δρόμους τῆς ᾽Εδέσσης, καὶ τέλος ὡδήγησαν τὴν ἁγίαν παρθένον Παρθέναν εἰς τὸν νοτιοδυτικόν, ὑπεράνω τῆς ᾽Εδέσσης, λόφον, ὅπου σήμερον οἱ στρατῶνες, καὶ, ἐκεῖ, θάψαντες ζῶσαν ἀκόμη, ἐθανάτωσαν αὐτήν. ῾0 λόφος οὗτος μέχρι σήμερον φέρει τὴν ὀνομασίαν «Κίς-Τεπέ», ἤτοι «λόφος τῆς Παρθένας».
Καὶ, οὕτως ἐτελειώθη ἡ καλλιμάρτυς αὕτη παρθένος Παρθένα, ἡ ὁλοψύχως ἀγαπήσασα τὸν Χριστόν, ᾯ καὶ νοητῶς ἐνυμφεύθη, ὑπὲρ τοῦ ῾Οποίου ὑπερφυῶς ἠγωνίσθη, καὶ μαρτυρικῶς ἠνδραγάθησεν ἐν ἁπαλῷ γυναικείῳ σώματι. ᾽Εμιμήθη τὴν ἀνδρείαν τῶν πάλαι ῾Αγίων Μαρτύρων, καὶ ἀνεκεφαλαίωσεν αὐτῶν τοὺς ἀγῶνας, διὰ τοῦτο συνηριθμήθη καὶ ἐπαξίως ἐδοξάσθη μετὰ τῶν ῾Αγίων Παρθενομαρτύρων, λαβοῦσα πᾳρὰ Χριστοῦ τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
Καὶ ἤδη «ἐν τῷ φωτὶ Κυρίου», «ἐν ταῖς λαμπρότησι τῶν ῾Αγίων» ἀγαλλομένη πρεσβεύει ὑπὲρ πάντων ἡμῶν, τῆς ἰδιαιτέρας αὐτῆς πατρίδος ᾽Εδέσσης, καὶ ὑπὲρ πάσης τῆς ῾Ελλάδος.
Ἔκτοτε μετὰ τὸ μαρτυρικὸν αὐτῆς, τέλος, ὁ εὐσεβὴς λαὸς τῆς ᾽Εδέσσης τιμᾷ αὐτὴν ὡς μάρτυρα καὶ ἁγίαν, καὶ τὸ ὄνομα αὐτῆς δίδει, κατὰ τὸ θεῖον βάπτισμα, εἰς πλείστας ὅσας κόρας τῆς πόλεως καὶ τῶν περιχώρων. Δυστυχῶς, ὅταν ἐπὶ ἀνταρτοπολέμου ὁ Συνταγματάρχης Λίβας ἀφῄρεσεν ὅλους τοὺς λίθους ἐκ τῶν παλαιῶν φρουρίων καὶ τῶν ἐρειπίων τῆς ᾽Εδέσσης, μηδένα ἐρωτῶν, καὶ οὐδενὸς τὴν γνώμην λαμβάνων ὑπ' ὄψιν, ἀφῄρεσε καὶ ἐκ τοῦ τόπου τοῦ μαρτυρίου τῆς ῾Αγίας Παρθένας, πᾶν ὅ,τι ἐδείκνυε τὸν τόπον τοῦτον, ὡς μὴ γνωρίζων τι, περὶ τοῦ μαρτυρίου τῆς κόρης, ἀλλὰ καὶ οὐδεὶς ἐφρόντισε νὰ διαφωτίσῃ αὐτὸν ὡς ἔδει, καὶ ἔκτισε τὴν μάνδραν τῶν στρατώνων, καὶ οὕτως ἐξηφανίσθη ὁ τάφος τῆς ἁγίας καὶ καλλινίκου Παρθενομάρτυρος.

Ταῖς αὐτῆς πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. ᾽Αμήν.

ᾨδὴ ζ΄. Ῥήτορες ἀνεδείχθησαν.

Ἔρωτι φλεγομένη Παρθένα, τῷ τοῦ νυμφίου σου Χριστοῦ, ἐν χειμερίῳ τῇ ὥρᾳ, ἐπὶ χιόνος συρομένη ἔμελπες· ῾0 ὑπέρθεος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἴσχυσας σθενουμένη τῷ σθένει, ἐν ἀσθενείᾳ τῆς σαρκός, τοῦ ᾽Αθλοθέτου Σωτῆρος, καταβαλεῖν ἐχθρὸν τὸν ἀλάστορα, καὶ μιμήσασθαι, τῶν ἀρχαίων ᾽Αθλητῶν, Παρθένα τοὺς ἀγῶνας.

Σώματος ἁπαλοῦ οὐκ ἐφείσω, μαστιζομένου ἀπηνῶς, ἀλλ᾽ ἀνενδότῳ ἀνδρείᾳ τῶν αἰκισμῶν τὴν ἔφοδον ἔφερες, ψυχῆς ὄμματι, προορῶσα ὦ σεμνή, τὰς ἀμοιβὰς τῶν πόνων.

Θεοτοκίον.
Γέννησιν ὑπὲρ ἔννοιαν σχοῦσα, Θεὸν γεννήσασα σαρκί, παρθένος ἔμεινας μόνη, ἐν παρθενίᾳ γάλα πηγάζουσα· καὶ γὰρ τέτοκας, τὸν ποιήσαντα ἐν σοί, Παρθένε μεγαλεῖα.

Καταβασία. Νέους εὐσεβεῖς.

ᾨδὴ η'. Τὸν ἐν καμίνῳ.
Ἐρηρεισμένη ἀσφαλῶς, ἐπὶ πέτραν εὐσεβείας καλλιμάρτυς, οὐδαμῶς ἐσαλεύθης, ταῖς προσβολαῖς τοῦ ἐχθροῦ, ἀλλ᾽ ἔστης στερρὰ καὶ ἀκλόνητος, ἐν τῇ καταιγίδι, τῶν πειρασμῶν Παρθένα.

Ῥαπιζομένη ἀπηνῶς, ἀπερράπισας ἐχθροῦ τὴν πονηρίαν, καὶ γυμνὴ συρομένη, ἐπὶ χιόνος, σεμνή, τὴν φλόγα τῆς πίστεως ἔδειξας, φλέγουσα Παρθένα, ᾽Αγαρηνῶν τὴν πλάνην.

Ἀγαλλιᾶται καὶ σκιρτᾷ ἡ πατρίς σου τῇ ἁγίᾳ ἀθλήσει, καὶ δουλείας ῥυσθεῖσα, πολυχρονίου πικρᾶς, γεραίρει Παρθένα τὴν μνήμην σου, τῆς ἐλευθερίας, τὰ ἀγαθὰ τρυγῶσα.

Θεοτοκίον.
Σωματικῶς ὁ Ποιητής, προελθὼν ἐκ τῶν ἀχράντων σου αἱμάτων, Θεοτόκε Παρθένε, δίχα τροπῆς καὶ φυρμοῦ, βροτῶν τὴν οὐσίαν ἐθέωσε, τὴν ἀχρειωθεῖσαν, τῇ πάλαι παραβάσει.

Καταβασία. Μυστήριον παράδοξον.

ᾨδὴ θ'. Τὸν ἐκ Θεοῦ Λόγον.

Ἰσχυροτάτη παρθένε, πρὸς Χριστὸν πεποιθήσει, καθεῖλες τοῦ Βελίαρ τὴν ἰσχύν, καὶ τὴν ὀφρὺν ἐταπείνωσας, τῶν υἱῶν τῶν τῆς ῎Αγαρ, ἀθλητικῇ ἐνστάσει σταθηρᾷ· διὰ τοῦτο Παρθένα, μαρτυρικῶς δεδόξασαι.

Μαρτυρικαῖς ἀριστείαις, τῶν Μαρτύρων τῶν πάλαι, ἐδείχθης, ἐν ὑστἐροις τοῖς καιροῖς, θεοειδὲς ἀφομοίωμα, καὶ τιμῇ τε καὶ δόξῃ, Παρθένα ἀληθῶς ἰσοκλεής· μεθ’ ὧν πρέσβευε Μάρτυς, ὑπὲρ τῶν εὐφημούντων σε.

Οἱ ἱεροί σου ἀγῶνες, τοὺς πιστοὺς ᾽Εδεσσαίους, συνήγαγον ὑμνῆσαί σε σεμνή, οὓς διαφύλαττε πάντοτε, ἀναγκῶν καὶ κινδύνων, καὶ πάσης ἐχθρικῆς ἐπιβουλῆς, ἀσινεῖς ὦ Παρθένα, τῇ θείᾳ ἀντιλήψει σου.

Θεοτοκίον.

Ὑπὲρ ἡμῶν ἐκδυσώπει, τὸν Υἱὸν καὶ Θεόν σου, μητρῴᾳ παρρησίᾳ σου Ἁγνή, Θεοχαρίτωτε Δέσποινα πάσης βλάβης ῥυσθῆναι, καὶ ἄφεσιν λαβεῖν ἁμαρτιῶν, τοὺς ὑμνοῦντάς σε Κόρη, καὶ πίστει μεγαλύνοντας.

Καταβασία. Ἀπορεῖ πᾶσα γλῶσσα.

Ἐξαποστειλάριον. ᾽Επεσκέψατο ἡμᾶς.
Ἐναθλήσασα καλῶς, ὑπὲρ τῆς πίστεως Χριστοῦ, ἐν ἀσθενείᾳ τῆς σαρκός, κατηγωνίσω τὸν ἐχθρόν, καὶ μαρτυρίου στέφανον, ἐδέξω ἐκ Κυρίου, Παρθένα φερώνυμε.

Καὶ τὸ τῆς ῾Εορτῆς.
Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ ᾽Ιορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.


Εἰς τοὺς Αἴνους.

῾Ιστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
῏Ηχος α'. Τῶν οὐρανίων ταγμάτων.

Τῶν ᾽Εδεσσαίων ἡ πόλις χορεύει σήμερον, τῇ εὐκλεεῖ σου μνήμῃ, ἀθληφόρε Παρθένα, καὶ μέλπει τοὺς ἀγῶνας τοὺς ἱερούς, τῆς στερρᾶς σου ἀθλήσεως, δι' ὧν καθεῖλες τὸ θράσος
Ἀγαρηνῶν, καὶ Χριστὸν λαμπρῶς, ἐδόξασας.

Τῆς πατρικῆς δυσσεβείας καταφρονήσασα, Πατρὸς τοῦ οὐρανίου, ἀνεδείχθης θυγάτηρ, καὶ νύμφη τοῦ Σωτῆρος περικαλλής, τῇ γενναίᾳ ἀθλήσει σου, παρθενομάρτυς Παρθένα τῶν εὐσεβῶν, ἀκατάσειστον ἑδραίωμα.

Τὰς τοῦ πατρὸς μαστιγώσεις καθυπομείνασα, καὶ τῶν υἱῶν τῆς ῎Αγαρ, τὰς πικρὰς τιμωρίας, ὑπέδειξας τοῖς πᾶσι περιφανῶς, εὐσεβείας τὴν δύναμιν, παρθενομάρτυς Παρθένα ᾽Εδεσσηνῶν, ἱερώτατον ἀγλάϊσμα.

Τοῦ μαρτυρίου τοῖς ἄθλοις ἀνδραγαθήσασα, λαμπαδηφόρος ἔβης, ὡς παρθένος φρονίμη, καὶ μάρτυς στεφηφόρος μετὰ χαρᾶς, εἰς νυμφῶνα τὸν ἄφθαρτον, παρθενομάρτυς Παρθένα ἔνθα ἡμῶν, τῶν τιμώντων σε μνημόνευε.

Δόξα. ῏Ηχος πλ. α'.


Νομίμως ἀγωνισαμένη, τῆς ἀνομίας καθεῖλες τὸ φρύαγμα, ἐν τῇ ἄνωθεν δυνάμει, παρθενομάρτυς πολύαθλε· ἀπτόητον γὰρ φρόνημα, ἐν τῷ καιρῷ τῶν αἰώνων ἐπεδείξω, καὶ τὸν θάνατον προθύμως προέκρινας, ὑπὲρ τῆς Χριστοῦ ὁμολογίας· ὅθεν μαρτυρικῷ ἐκοσμήθης στέφει, Παρθένα καλλιπάρθενε, καὶ τῆς αἰωνίου δόξης ἠξίωσαι, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσα.

Καὶ νῦν. ῏Ηχος β'. Τῆς ῾Εορτῆς.

Σήμερον ὁ Χριστός, ἐν ᾽Ιορδάνῃ ἦλθε βαπτισθῆναι. Σήμερον ᾽Ιωάννης ἅπτεται κορυφῆς τοῦ Δεσπότου. Αἱ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. ῾Η θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ ᾽Ιορδάνης ἰδὼν ἀνεστρέφετο. ῾Ημεῖς δὲ οἱ φωτισθέντες βοῶμεν. Δόξα τῷ φανέντι Θεῷ, καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν κόσμον.

Δοξολογία μεγάλη καὶ ᾽Απόλυσις.

ΕΝ Τῌ Θ. ΛΕΙΤΟΥΡΓΙᾼ


Τὰ Τυπικὰ, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τῆς ῾Αγίας ἡ γ' καὶ ς' ᾨδή.

ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον. ῏Ηχος δ'.


Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ῾Αγίοις αὐτοῦ.

Στίχ. ᾽Εν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Γ' 23 Δ' 1-5)

Ἀδελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα, συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. ᾽Ελθούσης δὲ τῆς πίστεως, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ ᾽Ιησοῦ. ῞Οσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι ᾽Ιουδαῖος, οὐδὲ ῞Ελλην, οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ ᾽Ιησοῦ. Εἰ δὲ  ὑμεῖς Χριστοῦ, ἄρα τοῦ ᾽Αβραὰμ σπέρμα ἐστέ, καὶ κατ' ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ, ἐφ᾽ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὄτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.

᾽Αλληλούϊα, ῏Ηχος α'.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.

Εὐαγγέλιον κατὰ Ματθαῖον.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. ᾽Ιδού, ἐγὼ ἀποστέλλω
ὑμᾶς...

Ζήτει τῇ Τετάρτῃ τῆς γ' ἑβδομάδος Ματθαίου.


Κοινωνικόν.
Εἰς μνημόσυνον αἰώνιον.

Μεγαλυνάριον.

Χαίροις ᾽Εδεσσαίων ἡ καλλονή, Παρθένα θεόφρον, νύμφη ἄφθορε τοῦ Χριστοῦ. Χαίροις ᾽Ορθοδόξων, ῾Ελλήνων θυμηδία, σεμνὴ παρθενομάρτυς ἀξιοθαύμαστε.

Δίστιχον.
Τῇ παρθενομάρτυρι Παρθένᾳ ᾄδει
Γεράσιμος μέλισμα καινὸν προθύμως.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου