Παρασκευή 10 Φεβρουαρίου 2012

Ακολουθία αγίου Βλασίου 11 Φεβρουαρίου

 
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
 
Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες
Μαρτύρων τὴν εὔκλειαν τρανῶς, κηρύττων ὦ Βλάσιε, ὡς Ἱεράρχης θεόληπτος, ταύτην κεκλήρωσαι, εὐκλεῶς ἀθλήσας, διὰ πόθον ἔνθεον, Χριστοῦ τοῦ Βασιλέως τῆς κτίσεως ὃν νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος. [Δίς]
 
Ἐδείχθης ὦ Βλάσιε τερπνόν, δοχεῖον τοῦ Πνεύματος, δι’ ἀρετῆς ὅθεν χρίσμασι, ὅλως ἠγλάϊσαι τῆς ἀρχιερωσύνης, ταύτην δὲ ἐπέχρωσας, στολὴν τοῦ μαρτυρίου ἐν αἵματι· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
 
Νομίμως Κυρίῳ λειτουργῶν, καὶ τοὺς νόμους Βλάσιε, αὐτοῦ διδάσκων ὡς ἔννομος, νομίμως ἤθλησας, καὶ διπλοὺς στεφάνους, ἐννόμως ἀπείληφας, νομίμως ἐκτελέσας ἀμφότερα· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
 
Δόξα. Ἦχος πλ. Β`.
Ἐκ τῆς νοητῆς ἀμπέλου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, βλαστὸς ὡραιότατος βλαστήσας ἱερώτατε Βλάσιε· ἀθανασίας βότρυας τὴν πίστει ἐξηνθησας· καὶ ὡς οἶνον ἀμβροσίας ἐν καιρῷ τοῦ μαρτυρίου τὸ αἷμά σου, ἐξεχεας· δι’ οὗ καὶ κατηύφρανας πᾶσαν τὴν ἐκκλησίαν, ἐπαξίως γεραίρουσα τὴν μνήμην σου.
 
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε σὺ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· σὲ ἱκετεύομεν πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἱεράρχου καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
 
Φῶς ἱλαρόν.
Προκείμενον.
 
Ἀπόστιχα. Ἦχος β`. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὕμνοις σου τὴν σεπτήν, καὶ λαμπροφόρον μνήμην τελοῦντες Ἱεράρχα, ὦ Βλάσιε θέοφρον, διὸ ἡμᾶς νῦν φύλαττε.
 
Στίχ: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει…
Ὢ θαύματος φρικτοῦ, ὢ τεραστίου ξένου, εἰκόνες γὰρ Ἁγίων, ἰάσεις ἐκτελοῦσι, καὶ θαύματα παράδοξα.
 
Στίχ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ…
Στίφη νῦν τῶν πιστῶν, καὶ εὐσεβῶν χορείαι, ἀσπάσασθε προθύμως, τοῦ θείου νῦν Βλασίου, εἰκόνα τὴν σεβάσμιον.
 
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πάγχρυσε κιβωτέ, καὶ μανναδόχε στάμνε, Μαρία Θεοτόκε, τὸν σὸν Υἱὸν δυσώπει, τοῦ σῶσαι τάς ψυχὰς ἡμῶν.
 
Ἀπολυτίκιον. Ἦχος πλ. Α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν θαυμάτων ἀκτῖσι καταλαμπόμενος, καὶ αἱμάτων τοῖς ῥείθροις ἐπισταζόμενος, τοὺς τὴν σεπτήν σου ἑορτὴν ἐορτάζοντας, ἐλευθέρωσον παθῶν καὶ κινδύνων χαλεπῶν ὦ Βλάσιε Ἱεράρχα, καὶ νῦν δυσώπει Κυρίῳ, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
 
Ἀπόλυσις.
 
 

  ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
 
Προσόμοια. Ἦχος α. Τῶν οὐρανίων ταγμάτων.
Ἐν τῇ ἀσκήσει βλαστήσας, Ὅσιε Βλάσιε, ἱεροσύνης δόξης, ὥσπερ φοῖνιξ δικαίως, ἐξήνθησας παμμάκαρ καρποὺς θεϊκούς, μαρτυρίου προσάγων Θεῷ, τὴν τῶν εἰδώλων κατάλυσιν ἐμφανῶς, καὶ ἀνθρώπων τὴν οἰκείωσιν.
 
Ποιμαντικῶς διαπρέψας, ἱερομάρτυς Χριστοῦ, ἀθλητικοὺς ἀγῶνας, ὑπομείνας γενναίως, ἓν δι’ ἀμφοτέρων στέφος λαβών, ἐν ἑκατέροις κοσμούμενος, δικαιοσύνῃ καὶ πόνοις ἀθλητικοῖς· διὸ πρέσβευε σωθῆναι ἡμᾶς.
 
Τοὺς εὐλαβῶς προσκυνοῦντας, καὶ εὐφημοῦντας πιστῶς, τὴν σὴν σεπτὴν εἰκόνα, Ἱεράρχα Κυρίου, φύλαττε καὶ σκέπε, ἐν βίῳ ἀεί, ἀπειράστους κακώσεως, ἵνα κηρύττωσιν ἅπαντες, νῦν τρανῶς, τὰ σὰ μέγιστα θαυμάσια.
 
Ἕτερα προσόμοια. Ἦχος δ. Ἔδωκας σημείωσιν.
Κρουνοῖς τῶν αἱμάτων σου, τὴν ἱερὰν διπλοΐδα σου, παμμακάριστε Βλάσιε· φοινίξας εἰσέδραμες, εἰς τὰ τῶν Ἁγίων, Ἅγια Ἁγίως. Ἔνθα εἰσέδυ Ἰησοῦς, πρόδρομος πάντων, ὁδοποιῶν ἡμῖν, τὴν τρίβον τὴν σωτήριον, καὶ νῦν θυσίαν αἰνέσεως, ἀναφέρεις δεόμενος, ὑπὲρ τῶν εὐφημούντων σε.
 
Ὁ βίος κατάλληλος τῇ ἀξίᾳ ἀοίδιμε, προφανῶς ἀναδέδεικται· ταύτῃ γὰρ συνέμιξας, ἁρμόδιον λόγον· καὶ αὖθις τῷ λόγῳ πρεπωδεστάτην τελευτήν, τῇ τελευτῇ δὲ στέφος ἀμάραντον, ἀξίως ἀναδέδησαι, μεθ ἧς εἰσῆλθες τερπόμενος, εἰς τὰ ἄνω βασίλεια, ἱερώτατε Βλάσιε.
 
Ὑπέρτερον ἔσχηκας, τὸν νοῦν γηΐνων συγχύσεων· διὰ τοῦτο ὡς Ἄγγελος Θεῷ ἐλειτουργησας· ὡς δὲ πάλιν ἄλλου, πάσχοντος θεόφρον, τὰ τῶν βασάνων ἀλγεινά, γενναιοφρόνως ἔφερες Βλάσιε, δι ὧν πρὸς τὴν ἀνώδυνον ζωὴν μετέστης γηθομενος·  σὺν Ἀγγέλων στρατεύμασιν, ἀνυμνῶν τὸν φιλάνθρωπον.
 
Δόξα. Ἦχος πλ. Β΄.
Ὡς ὑπήκοος Χριστῷ, μέχρι θανάτου γενόμενος ἀοίδιμε Βλάσιε· τοὺς ἀτιθάσους θήρας, ὑπείκοντάς σοι ἔσχες, ὡς ὁ πρωτόπλαστος πρὸ τῆς παρακοῆς· ὡς μιμητὴς δὲ τῶν Ἀποστόλων, τὴν χάριν τῶν ἰαμάτων ὡς ἐκεῖνοι ἐπλούτησας· ὡς ἱεράρχης δὲ καὶ ποιμήν, ἔνθεν μὲν τὸν λαὸν Κυρίου, ἐν τῇ πίστει ἐστήριξας, ἐκεῖθεν δὲ τοὺς Μάρτυρας Χριστοῦ, πρὸς τὸ στάδιον τῶν ἀγώνων ὑπήλειφας· καὶ ἀσθένειαν γυναικῶν καὶ παίδων, πρὸς τὸ μαρτύριον ἐνεύρωσας· ὡς δὲ τύπος Χριστωνύμου λαοῦ, τέθυκας τὴν ψυχήν σου ὑπὲρ τῆς Χριστοῦ ὁμολογίας· ὅθεν ὡς διδάξας καὶ ποιήσας, μεγίστην παρρησίαν κεκτημένος πρὸς αὐτόν, αἴτησαι ἡμῖν τὸ μέγα ἔλεος.
 
Καὶ νῦν. Θεοτοκίον.
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· ἐκ Παρθένου γὰρ Ἁγνῆς σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προλήψεως, εἷς ἐστιν υἱὸς διπλοῦς τὴν φύσιν , ἀλλ` οὐ τὴν ὑποστασιν· διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστῷ τῷ Θεῷ ἡμῶν, ὂν ἱκέτευε Μῆτερ ἀνύμφευτε ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
 
Φῶς Ἱλαρόν.
Προκείμενον.
Ἀναγνώσματα.
 
Παροιμιῶν τὸ Ἀνάγνωσμα. [Κεφ. 10. 7&3, 13-16 & ἐκλογὴ]
Μνήμη δικαίου μετ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν, ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἐνθέσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γὲνηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.
 
 
 
Παροιμιῶν τὸ Ἀνάγνωσμα. [Κεφ. 10, 31-32, & 11, 1-2]
Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία, στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον, πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια, Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικία. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλλυται ἐλπίς, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ’ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίων εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις, στόματι δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.
 
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. .(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις,καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
 
Εἰς τὴν λιτήν αὐτοῦ.    Ἦχος. α’ .
 
 
Δεῦτε τῶν πιστῶν τὸ σύστημα, ᾀσματικὴν χορείαν ἐπικροτήσωμεν καὶ  τὸν Ἱερομάρτυρα Βλάσιον, ἐν  ὕμνοις καὶ ᾄσμασιν εὐφημήσωμεν· οὗτος γὰρ ὡς ἑωσφόρος τῇ ἐκκλησίᾳ Χριστοῦ ἐξέλαμψε σήμερον, καὶ  τάς τῶν πιστών διανοίας καταφωτίζει τοῖς θαύμασιν καὶ  πρεσβεύει ἀδιαλείπτως ὑπὲρ τῶν πίστει καὶ  πόθῳ ἐπιτελούντων, τὴν  θείαν αὐτοῦ καὶ  σεβάσμιον πανήγυριν.     
Ἦχος β'.
Χρίσμα ἅγιον παρὰ Χριστοῦ ἀμφιεσθείς, Ἱερομάρτυς Βλάσιε,
ἐνθέοις ἀρεταῖς καὶ  αἵμασι μαρτυρικοῖς  κατεποίκιλας, καὶ
νῦν ἐν οὐρανοῖς μετὰ μαρτύρων ἀγαλλόμενος, ἐποπτεύεις τοὺς τὴν πανένδοξον μνήμην   ἑορτάζοντας,  καὶ  χαρμονικῶς  ἐπιτελοῦντας· ὑπὲρ ὧν  μὴ ἐλλίπῃς δυσωπεῖν τὸν Σωτῆρα, ρυσθῆναι κινδύνων καὶ  πειρασμῶν Ἱερομάρτυς Βλάσιε.
                                       
                                        Ἦχος γ'.
Ἔλυσας ἀθεΐας τὴν  ρύμην, Ίερομάρτυς Βλάσιε, ἐν  τῷ σταδίῳ τοῦ μαρτυρίου γενναίως ἀγωνιζόμενος·   διὸ   καὶ  σεπτά γύ­ναια, πρὸς δρόμον τοῦ μαρτυρίου, ἐπήλειψας· μεθ’ ὧν νῦν ἐν  οὐρανοῖς, τῷ  τοῦ  Χριστοῦ θρόνῳ παριστάμενος, πρέσβευε έκτενῶς  ὑπὲρ  τῶν ἐκτελούντων, τὴν  ἱεράν σου καὶ  θείαν μνήμην,
Ἱεράρχα ἀοίδιμε.    
Ἦχος δ'.
Εὐλαβείᾳ καὶ  πόθῳ πρὸς σὲ φερόμενοι, τὸ σύστημα τῶν πιστῶν,
εἰκόνα ἁγίαν ἀνιστορήσαντες, εἰς δόξαν σὴν καὶ  αἴνεσιν ἔθηκαν·
οἳ καὶ  νῦν λαμπρῶς ἑορτάζοντες, αἰτοῦνται λυτρωθῆναι
κινδύ­νων καὶ πειρασμῶν, καὶ  δεινῶν  περιστάσεων, οὓς περιφρούρησον ἀσινεῖς καὶ  ἀτρώτους, καὶ  ταῖς πρὸς Θεὸν σου θερμαῖς δεήσεσιν Ἱερομάρτυς Βλάσιε.          
                                     
                                      Δόξα ἦχος δ'.
Ὡς καλός παιδοτρίβης, καὶ  διδάσκαλος τῆς εὐσεβείας, τῇ ἐνερ­γείᾳ καὶ  δυνάμει τῶν θείων λόγων σου, γυναίκας φιλόθεους ὑπήλειψας πρὸς ἀγῶνας μαρτυρικούς, τὸ ἀσθενὲς τῆς φύσεως αὐτῶν ῥωννύων ἐν  Χριστῷ, μεθ΄ὧν τὸν δρόμον τῆς ἀσκήσεως καλῶς τελέσας, εἰς νυμφῶνα οὐράνιον φαιδρῶς συναγάλλῃ, διπλῷ στεφάνῳ τῆς θείας δόξης σεμνυνόμενος, καὶ  ἐξαιτούμενος σὺν αὐταῖς, τὴν   εἰρήνην ἡμῖν δοθῆναι καὶ  τὸ μέγα ἔλεος.
                καὶ  νῦν Θεοτοκίον  Ἦχος ὁ αὐτός.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη
Θεοτόκε, ἵνα σέ δοξάζωμεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
 
Ἀπόστιχα τοῦ αὐτοῦ
Ἦχος πλ. α'. Χαίροις  ἀσκητικῶν ἀληθῶς
 
Χαίροις ὁ ἐναθλήσας στερρῶς, Ἱερομάρτυς ἀθλοφόρε νῦν Βλά­σιε, ἐν  πόνοις τοῦ μαρτυρίου, ὁ καταργήσας ἐχθροῦ, τὴν  σκοτώδη πλάνην καὶ  άσέβειαν· Χριστοῦ γὰρ τὴν ἄμαχον,ὁπλισάμενος δύναμιν, Ἀγρικολάου, ἀπειλάς τε καὶ  μάστιγας, ἐμυκτήρισας, καὶ  οὐδόλως κατέπτηξας· ὅθεν καὶ  ἀγαλλόμενος, ἐβόας πανένδοξε, οὐδέν Χριστοῦ με χωρίσει, οὐ πῦρ, οὐ ξίφος, οὐ θάνατος· διό καὶ  ἡγοῦμαι, τοὺς ξεσμούς καὶ  τάς στρεβλώσεις, ὥσπερ ἐντρύφημα.
 
Δίκαιος ώς φοῖνιξ ἀνθήσει, καὶ  ὡσεί κέδρος ἡ ἐν τῷ λιβάνῳ πληθυνθήσεται.
Χαίροις τῆς σεβαστείας φρουρός, καὶ  ἐκκλησίας  μέγα ὄντως προπύργιον, ὦ Βλάσιε Ἱεράρχα, ὁ κατ' ἐχθρῶν αἰχμητής,τῆς είδωλαπάτης ὄντως πέλεκυς· πιστῶν ἡ ἀντίληψις, ἀσθενῶν θεῖον φάρμακον, καὶ  θλιβομένων συμπαθές παραμύθιον, ὁ ὀξύ­τατος βοηθὸς τοῖς καλοῦσί σε· φρούρησον οὖν πανένδοξε ἡμᾶς αἰτουμένους σε, ὡς δραστικὴν παρρησίαν, πρὸς τὸν Σωτῆρα κτησάμενος, ἐχθρῶν καταπαύων, τάς βουλάς καὶ τάς εφόδους τῇ προστασίᾳ σου.
Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
 
Δεῦτε φιλομαρτύρων χοροί, καὶ  ορθοδόξων τά συστήματα ἅπαντα,ἐν ὕμνοις καὶ  ἐγκωμίοις, τὴν παμφαῆ ἑορτήν,θείου νῦν Βλασίου εὐφημήσωμεν· ἰδοὺ γὰρ ἐξέλαμψεν,ἐν τοῖς πέρασι σή­μερον, τὰς διανοίας τῶν πιστῶν κατευφραίνουσα, θείοις θαύμασι· πρὸς αὐτὸν οὖν βοήσωμεν· πρόφθασον ἤδη Ἅγιε, καὶ  πάντας ἐξάρπασον,ἐκ πολυτρόπων κινδύνων,τοὺς ἐκτελοῦντας ἐκ πίστεως, τὴν  θείαν σου μνήμην, συμφορῶν καὶ  νοσημάτων ἀπολυτρούμενος.
                                    Δόξα ἦχος πλ. β'.
Ἱεραρχῶν τὴν  καλλονήν, καὶ ἀθλοφόρων κλέος,μαρτύρων τὴν ἀν­δρείαν καὶ τῶν πιστῶν σε προστάτην μέγιστον, Ἱερομάρτυς Βλάσιε, γινώσκοντες, χρεωστικῶς εὐφημοῦμέν σε λέγοντες·Χαίροις ὁ Χριστόν ἀγαπήσας, καὶ τῶν τυράννων φόβητρα μυκτηρίσας ώς παίγνια· Χαίροις ὁ ποικίλοις βασάνοις, αἰκιζομένου τοῦ σώματος μὴ φεισάμενος ὡς ἀλλοτρίου· διὸ παμμάκαρ βοῶμέν σοι, ὡς ἔχων παρρησίαν πρὸς Χριστόν τὸν Θεόν, ἀδιαλείπτως πρόστηθι, τῶν πιστῶς ἐκτελούντων τὴν  σεβάσμιον καὶ πανένδοξον μνήμην σου.      
                                     Καὶ νῦν Θεοτοκίον.
Ὁ ποιητὴς καὶ λυτρωτής μου πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς
 νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος,   τῆς πρώην κατάρας
τὸν Ἀδάμ ἠλευθέρωσε· διό σοι πάναγνε ὡς τοῦ Θεοῦ Μητρί τε
καὶ παρθένῳ, ἀληθῶς βοῶμεν  ἀσιγήτως τὸ χαῖρε τοῦ Ἀγγέλου·
Χαῖρε δέσποινα,  προστασία καί σκέπη, καὶ σωτηρία τῶν ψυχῶν
ἡμῶν.
                 Ἀπολυτίκιον ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον.
Τῶν θαυμάτων ἀκτῖσι   καταλαμπόμενος, καὶ  αἱμάτων τοῖς ῥείθροις ἐπισταζόμενος, τους τὴν σεπτήν σου ἑορτὴν ἑορτά­ζοντας, ἐλευθέρωσον παθῶν, καὶ κινδύνων χαλεπῶν, ὦ Βλά­σιε Ἱεράρχα καὶ νῦν δυσώπει Κυρίῳ,ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
                               Καὶ νῦν Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου, ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν
προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν  σαρκί, τὸν ποιητήν σου καὶ Θεόν,πρεσβεύουσα ,μὴ ἐλλίπῃς
ὑπὲρ  τῶν ἀνυμνούντων καὶ  προσκυνούντων τὸν τόκον σου.     
Καὶ ἀπόλυσις τοῦ ἑσπερινοῦ.
 
Εἰς τὸν Ὄρθρον, Κάθισμα Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.
Ἐξέπληξας σοφέ, τοῦ τυράννου τὸ θράσος, λαβὼν παρὰ Θεοῦ, σθένος Ἱερομάρτυς, γενναίως δὲ ἐνηθλησας, ὡς ἀδάμας στερρότατος, καὶ ἐπλούτησας, χάριν πολλὴν τῶν θαυμάτων, ἢν νῦν δώρησαι τοῖς ἑορτάζουσι πόθῳ τὴν μνήμην σου, Βλάσιε.
Δόξα τὸ αὐτό. Καὶ νῦν θεοτοκίον ὅμοιον.
 
 
Κυβέρνησον ἁγνή,  τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν,  ὑπὸ πλήθους πταισμάτων, βυθῷ  ὀλισθαινουσαν, ἀπωλείας πανάμωμε, καὶ ἐν ὥρᾳ με τῇ φοβερᾷ τοῦ θανάτου, ἐλευθέρωσον, κατηγορούντων Δαιμόνων, καὶ πάσης κολάσεως.
Κάθισμα β'. Ἦχος γ'. Τὴν ὡραιότητα.
 
Τὴν καρτερότητα τοῦ μαρτυρίου σου, καὶ γενναιότητα τῆς σῆς ἀθλήσεως, ἀνευφημοῦντες νῦν ἡμεῖς, βοῶμέν σοι γηθοσύνως· σκέπασον καὶ φρούρησον ἐκ παντοίων κακώσεων, καὶ ἐκ περιστάσεων, πάσης βλάβης καὶ θλίψεως, τοὺς ἐκ πόθου ὑμνοῦντας θέοφρον, τὴν σὴν πανένδοξον ἄθλησιν.
Δόξα τὸ αὐτό. Καὶ νῦν θεοτοκίον ὅμοιον.
 
Ἀκατανόητον,  καὶ ἀκατάληπτον,  ὑπάρχει  δέσποινα θεοχαρίτωτε, τὸ πεπραγμένον ἐπὶ σοί, φρικτὸν ὄντως μυστήριον· τὸν γὰρ ἀπερίληπτον,συλλαβοῦσα ἐκύησας, σάρκα περιθέμενον ἐξ ἀχράντων αἱμάτων σου, ὃν  πάντοτε   ἁγνὴ  ὡς  Υἱόν σου, δυσώπει τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Μετὰ τὸν πολυέλεον. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.
 
Ἀνατέταλκεν ἰδού, ἡμερα  πλήρης χαρμονῆς,   καὶ εὐφροσύνης ἑορτή, ἡ μνήμη   τοῦ πανευκλεοῦς, ἱερομάρτυρος θείου Βλασίου· δεῦτε οὖν λαμπρῶς πανηγυρίσωμεν,καὶ πανευλαβῶς ἐκβοήσωμεν,  διηνεκῶς  ἱκέτευε παμμάκαρ,   ἁμαρτημάτων συγχώρησιν, δοθῆναι πᾶσι  τοῖς  ἐκτελοῦσι  τὴν θείαν σου ἄθλησιν.
Δόξα τὸ αὐτό. Καί νῦν θεοτοκίον ὅμοιον.
 
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν καὶ ἐλάμβανεν εἰς νοῦν τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκαταφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ μνήστωρ σου, καὶ φύλαξ, τοῖς Ἱερεῦσιν   ἐκραύγαζε.    Παρθένος τίκτει,  καὶ   μετὰ τόκον, πάλιν μένει παρθένος.   
   Τὸ ἀντίφωνον τοῦ δ'. ἤχου Ἐκ νεότητός μου.
Προκείμενον. Τὸ στόμα μου λαλήσει σοφίαν.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον. (ι'. 1. καὶ 5 —8.)
 
Τῷ καιρῷ   ἐκείνῳ προσκαλεσάμενος   ὁ Ἰησοῦς   τοὺς δώδεκα Μαθητὰς  αὐτοῦ,   ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά,καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε,  λέγοντες· Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.  Ἄσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Ὁ πεντηκοστὸς ψαλμός. Καὶ μετ' αὐτόν. Δόξα ταῖς τοῦ Ἱεράρχου. Καὶ νῦν ταῖς τῆς Θεοτόκου. 
Ἐλεησόν με ὁ Θεός. Ἦχος πλ. β'.
 
Ἐκ   τῆς νοητῆς ἀμπέλου  Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, βλαστὸς ὡραιότατος βλαστήσας ἱερωτατε Βλάσιε, ἀθανασίας βότρυας τῇ πίστει ἐξηνθησας, καὶ ὡς οἶνον ἀμβροσίας ἐν καιρῷ τοῦ μαρτυρίου, τὸ αἷμά σου ἐξέχεας δι' οὗ καὶ κατύφρανας πᾶσαν τὴν ἐκκλησίαν, ἐπαξίως, γεραίρουσαν τὴν μνήμην σου.
Οἱ κανόνες τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς ἓξ καὶ τοῦ ἁγίου εἰς ὀκτώ.
Τῆς Θεοτόκου ἦχος πλ. δ'.
Ἁρματηλάτην  Φαραὼ ἐβυθισε, τερατουργοῦσα  ποτέ,   Μωσαϊκὴ ῥάβδος,  σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν   Ἰσραὴλ δὲ φυγάδα πεζὸν ὁδίτην  διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα.
 
Ὑμνολογίαις ἱεραῖς ὑμνησωμεν, τὴν πολυΰμνητον, τὴν τὸν Θεὸν Λόγον ὑπὲρ λόγον τέξασαν, τὸν μόνον ὑπερύμνητον,    ὃν ὑμνεῖ πᾶσα   φύσις, ὃν οὐρανῶν τὰ στρατεύματα θείαις ὑμνῳδίαις γεραίρουσιν.
 
Τὸ καθαρὸν τῆς παρθενίας τέμενος, τὸν τῆς ἀγνοίας   ναόν,   τὸν ἱερὸν δόμον, τὸν εὐώδη θάλαμον, τὸ φωταυγὲς   ἀνάκτορον,   τῶν χαρίτων τὸν οἶκον, τοῦ Ἰησοῦ τὸ παλάτιον, τὴν εὐλογημενην ὑμνήσωμεν.
Ὁ τοὺς δικαίους ἀγαπῶν φιλάνθρωπε, καί συμπαθῶς ἐλεῶν,   ἁμαρτωλοὺς πάντα, ὑπὲρ πάντα ἄνθρωπον, ἁμαρτωλὸν   ὑπάρχοντα,   καί ἐν ἔργῳ καὶ λόγῳ, πολλά σε παραπικραίνοντα, οἴκτειρον ἐλέησον σῶσόν με.
 
Ὁ κατοικῶν ἐν οὐρανοῖς Θεὸς ἡμῶν, σὲ λογικὸν οὐρανόν,   ἐπὶ τῆς γῆς ἄλλον, κόρη κατεσκεύασε, τῶν οὐρανῶν ἀνώτερον, καὶ λαθὼν οὐρανίους δυνάμεις ἐν σοὶ κατῴκησεν, ὁ ἐν οὐρανοῖς μὴ χωρούμενος.
Τοῦ Ἁγίου ἦχος ὁ αὐτός. Εἱρμὸς ἄλλος.   σμα ἀναπέμψωμεν.
σμα ἀναπέμψωμεν λαοί, τῷ θαυμαστῷ Θεῷ ἡμῶν, τῷ ἀπαλλάξαντι τὸν Ἰσραὴλ δουλείας, ᾠδὴν ἐπινίκιον, ᾄδοντες καὶ βοῶντες· σωμέν σοι τῷ μόνῳ Δεσπότῃ».
 
Ὕμνοις τὴν φωσφόρον καὶ σεπτήν, καὶ ἱεράν σου ἄθλησιν, ἀνευφημοῦντος πιστῶς, Χριστοῦ Ἱερομάρτυς, τὸν νοῦν μου καταύγασον, αἴγλῃ φαεινοτάτῃ, παρρησίαν ἔχων πρὸς τὸν Κτίστην.
 
Μίαν χαρακτῆρσιν ἐν τρισίν, ὁμολογῶν Θεότητα, πολυθεΐας ἀχλύν, ἀπήλασας καὶ ὄρθρος, αὐγάζων εὐσέβειαν, ὤφθης Ἱερομάρτυς, τοῖς ἐν ζόφῳ πλάνης
κρατουμένοις.
 
Νύκτα ἀθεΐας ἀστραπαῖς, τοῦ ἱεροῦ κηρύγματος, ἀπομειώσας φωστήρ,
κοσμούμενος ἐδείχθης, θαυμάτων λαμπρότησι, φέγγει τε μαρτυρίου, καὶ τὴν κτίσιν πᾶσαν  καταυγάζεις.
Θεοτοκίον
Ὅλην καθαρὰν σε εὐρηκώς, ὁ καθαρὸς ἐσκήνωσεν, ἐν τῇ νηδύϊ σου, ἁγνὴ
Παρθενομῆτορ, καὶ σάρξ ἐχρημάτισε, δίχα τῆς ἁμαρτίας, ἵνα πλάνης ἡμᾶς
ἀπαλλάξῃ.
Καταβασία.
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος καὶ Λόγον ἐρεύξομαι, τῇ Βασιλίδι μητρί· καὶ ὀφθησομαι φαιδρῶς  πανηγυρίζων καὶ ᾄσω γηθόμενος  ταύτης τὰ θαύματα.
δὴ γ'. πλ. δ'.
Ὁ στερεώσας καταρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ,τῶν ἐντολῶν σου στήριξον,ὅτι οὐκ ἔστι πλὴν σου, ἅγιος μόνε φιλάνθρωπε.
Κανὼν τῆς θεοτόκου
 
Ὁ πρὸ νεκρώσεως νεκρός, ὁ πρὸ ταφῆς τεθαμμένος, ὁ πρὸ μνήματος ἐν μνήματι μένων,   τῆς λιθώδους καὶ σκληρᾶς,   ἀναλγησίας Δέσποινα, τὴν τῆς ζωῆς Μητέρα, σὲ ἱκετεύω ζωῶσαί με.
 
Ἡ καλλονὴ τοῦ Ἰακώβ, ἡ ἐκλεκτὴ πρὸ αἰώνων, ἡ καλὴ ἐν γυναιξὶ καὶ ὡραία, ἡ παρθένος ἐν ταυτῷ, καὶ μήτηρ ἀπειρόγαμος, θεογεννήτωρ κόρη ἡ σωτηρία μου σῶσόν με.
 
Ἡ ἀνεξάντλητος πηγή, ἡ ἀδαπάνητος κρήνη, ἡ ἀένναος καὶ ἄφθονος βρύσις, τοῦ ἐλέους ὁ κρατήρ, τῶν οἰκτιρμῶν ἡ ἄβυσσος, τὸ τῆς φιλανθρωπίας πέλαγος, Κύριε σῶσόν με.
 
Τὸν πονηρὸν   ἡ ἀγαθή,  τὸν ἐν πολλῇ εὐσπλαγχνίᾳ ἡ ἀκένωτος πηγὴ τοῦ ἐλέους, τὸν αἰσχρὸν τὸν ῥυπαρὸν ἡ καθαρὰ καὶ ἄμωμος, ἐμὲ Παρθένε σῶσον καὶ πάντων τούτων ἀπάλλαξον.  
Τοῦ ἁγίου.  Ἐστερεωθη ἡ καρδία μου ἐν Κυρίῳ.
«Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθη ἐπ' ἐχθρούς μου τὸ στόμα μου, εὐφράνθην ἐν σωτηρίῳ σου».
 
Οἱ ταῖς ἀκάνθαις συμπνιγόμενοι τῶν τοῦ βίου, ἀπαύστως Βλάσιε συμπτωμάτων, τῆς πρεσβείας τῇ δρεπάνῃ καθαίρονται, προστάτην σε προσκαλούμενοι.
 
Τῇ πρὸς τὸ θεῖον ἀνανεύσει ὁλικωτάτῃ, βασάνων ἤνεγκας τρικυμίαν, ξεομένης τῆς σαρκός σου, ὡς πάσχοντος ἑτέρου, σὺ διακείμενος.
 
Ὡς Ἱεράρχης, ὡς ἀήττητος Ἀθλοφόρος, ὡς θείᾳ δόξῃ ἠγλαϊσμένος, ἀκροτάτῳ ἐφετῷ νῦν παρίστασαι, πρεσβεύων ὑπὲρ τῆς ποίμνης σου.
Θεοτοκίον
Σὲ τὴν φανεῖσαν, ὑπερέχουσαν τῶν κτισμάτων ὡς πάντων οὖσαν ἁγιωτέραν, ἐν αἰνέσει γενεαὶ μακαρίζουσιν, ἀνθρώπων Θεομακάριστε.
Καταβασία.
 »Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον καὶ ἐν τῇ θείᾳ μνήμῃ σου στεφάνων δόξης ἀξίωσον.
Κάθισμα ἦχος πλ.  δ'. Τὴν σοφίαν καὶ λόγον.
Ἐκβλαστήσας ὡς δένδρον πανευθαλές, ἐν τῷ οἴκῳ Κυρίου Ἱερουργέ, πολλοὺς
κατεφύτευσας, πρὸς τὴν γῆν τὴν σωτήριον, καὶ ὡς κριὸς ποιμνίου, καλῶς
ἡγησάμενος, δεσμευθεὶς ἐσφάγης, θυσία γενόμενος, τῷ δι' εὐσπλαγχνίαν, ὡς
ἀρνίον σφαγέντι, καὶ χαίρων ἀνέδραμες, πρὸς αὐτὸν Πάτερ Βλάσιε. Διὰ τοῦτο
βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον
Διὰ κόσμον Παρθένε τὸν κοσμικόν, καὶ ταγμάτων τῶν ἄνω καλλωπισμόν, ἐν κόσμῳ ἐκύησας, τὸν τοῦ κόσμου Κοσμήτορα· πρὸ γὰρ τούτου Κόρη, ὑπῆρχον ἀκόσμητα, ὡς βροτῶν μὴ βλέπειν, δυναμένων τὸν Κύριον· ὅθεν ἀμφοτέρων, κοσμιότης κοσμία, ὡράθης Μητρόθεε, κοσμιότητι Τόκου σου· τὸν γὰρ κόσμον ἐκόσμησας, κόσμῳ τῷ ἀρχαίῳ δι' αὐτοῦ, καὶ Ἀγγέλων πάντα τὸν διάκοσμον, κατακοσμεῖς ὑπερκάλως, ἐν σοὶ κοσμοσώτειρα.
Ἢ Σταυροθεοτοκίον
Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν· Ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε· πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.
 
δὴ δ'.
»Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου
ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν
    ἐπισκεψάμενος· διὸ σὺν τῷ Προφήτῃ, Ἄββακούμ σοι κραυγάζω·  Τῇ
δυνάμει σου δόξα φιλάνθρωπε.
Κανὼν τῆς Θεοτόκου.
 
Ἴσχυσε πρὶν φθόνος Θεοῦ ἐξορίσαι με, καὶ στερῆσαι τρυφῆς παραδείσου τε, καὶ παραδοῦναί με τῇ φθορᾷ, ἀλλὰ σὺ Παρθένε ἐκτὸς φθορᾶς ὠδινήσασα Χριστὸν τὸν ποιητήν μου, ἀφθαρτίσασα πάλιν παραδείσου πολίτην με ἔδειξας.  
 
Νέκταρ ἡμῖν τῆς εὐσπλαγχνίας ἐπήγασας, οἷα κρήνη, ῥεῖθρον γλυκὺ βλύζουσα, καὶ καθαρὰ νάουσα πηγή, νάμα ζωηφόρον, καὶ ὕδωρ πότιμον βρύουσα· διό με Θεοτόκε, τὸν φλεγόμενον δίψει, τῶν ἐμπύρων παθῶν καταδρόσισον.
Ἠθετηκὼς τὰ πατρικὰ σου ἐντάλματα,  καὶ τὸν πλοῦτον, ὃν μοι ἐνεχείρισας, ἐν ἡδοναῖς δεδαπανηκώς, γεγονότα τῶν θείων χαρίτων πένης ὁ ἄθλιος· διὸ μετανοοῦντα σὺν ἐξομολογήσει,μὴ βδελύξῃ με εὔσπλαγχνε Κύριε.
 
Ἐπὶ γῆς οὐδεὶς Παρθένε ἀμόλυντε, ἐμολύνθη, ὡς ἐγὼ ὁ βέβηλος, καὶ κατεχράνθη ταῖς ἠδοναῖς, ἄχραντε· διό σοι προσπίπτω δέξαι καὶ σῶσον με, πρεσβείαις σοι πανάγνοις ὡς Θεοῦ Μήτηρ, Λόγου, ὡς τὰ πάντα ῥᾳδίως ἀνύουσα.
Τοῦ ἁγίου.   Ἐξ ὄρους κατασκίου.
«Ἐξ ὄρους κατασκίου, Λόγε ὁ Προφήτης, τῆς μόνης Θεοτόκου, μέλλοντος
σαρκοῦσθαι, θεοπτικῶς κατενόησε, καὶ ἐν φόβῳ, ἐδοξολόγει σου τὴν δύναμιν».
Ἔχων τὴν ψυχὴν ἀΰλῳ φωταυγείᾳ, μάρτυς καὶ ποιμὴν φαιδρῶς αὐγαζομένην, δικαστικῶν πρὸ βημάτων ἔστης  ἀνδρείως,  ὁμολογῶν Θεοῦ τὴν σάρκωσιν.
  
 
Μύστης Ἱερεύς, καὶ Μάρτυς στεφηφόρος, στῦλος ἀκλινής, καὶ βάσις εὐσεβείας, καὶ ἀληθείας ἑδραίωμα ἐγνωρίσθης, τῇ Ἐκκλησίᾳ, Μάρτυς Βλάσιε.
 
Ἄρνας λογικούς, ἐποίμανας ὁσίως, θῦμα δὲ δεκτόν, προσήχθης τῷ Δεσπότῃ, ὁλοκαυτούμενον ἄνθραξι μαρτυρίου, Ἱερομύστα πανσεβάσμιε.
 
Ῥήσει σου σοφῶν, χειλέων ἀπεφράγη, χείλη πονηρά, λαλοῦντα βλασφημίαν, εἰς τὸν τῶν ὅλων Δεσπότην καὶ Βασιλέα, Ἱεροκήρυξ ἀξιάγαστε.
Θεοτοκίον
Τόμον σε καινόν, προεῖδεν ὁ Προφήτης, ἔχοντα Θεοῦ, τὸν Λόγον γεγραμμένον, τὸν διαρρήξαντα Κόρη τῆς ἁμαρτίας, τῶν Προπατόρων τὸ χειρόγραφον.
 
δή ε'.
Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου, τὸ φῶς τὸ ἄδυτον ; καὶ  ἐκαλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον ; Ἀλλ' ἐπίστρεψόν με,  καί πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τάς ὁδούς μου   κατεύθυνον δέομαι.
 
Απορία καλύπτει,   τὸν ἀπερινόητον τόκον σου Δέσποινα,   πῶς καὶ τίκτεις βρέφος, καὶ ἀγνεύεις παρθένος ὑπάρχουσα, ἀληθῶς καὶ φύσις, ἐν σοὶ καινῶς καινοτομεῖται, καὶ οἱ νόμοι αὐτῆς καταλύονται.
Πἀρρησίαν μεγίστην, πρὸς τὸν  ἐκ λαγόνων σου τεχθέντα Κύριον, κεκτημένη κόρη, ὅσα θέλεις ἀνύεις ἑκάστοτε, καὶ ἰσχύεις πάντα, παντοδυνάμου Θεοῦ Μήτηρ· διὸ θέλησον μόνον καὶ σώσεις με.
 
Μὴ βραδυνῃς ψυχή μου, ἐπὶ τὴν μακρὰν ξενιτείαν   ἐμμένουσα,   ἀλλὰ δράμε τάχος,  τῷ  Θεῷ καὶ  πατρὶ ἐξαγγέλλουσα, ἵνα λάβῃς λύσιν, ὧνπερ κακῶς ἐπολιτεύσω, ἀσωτίᾳ τὸν βίον ἀνύσασα.
 
Ὡς ἐν κλύδωνι σκάφος, ἔγωγε βυθίζομαι,   παθῶν   τοῖς κύμασιν, ἀπαθείας  ὅρμε,   τοῦ  χειμῶνός μοι  λῦσον τὸν κίνδυνον, τὴν  ἐπίσκεψίν σου   ὡς   ἱερὰν   ἄγκυραν    δοῦσα,    κυβερνήτου   Θεοῦ   μῆτερ   ἄχραντε.
                   
Τοῦ Ἁγίου.    Τὸν ζόφον τῆς ψυχῆς μου, διασκέδασον
«Τὸν ζόφον τῆς ψυχῆς μου, διασκέδασον, φωτοδότα Χριστὲ ὁ Θεός, ὁ τὸ
ἀρχέγονον σκότος διώξας τῆς ἀβύσσου, καὶ δώρησαί μοι τὸ φῶς τῶν
προσταγμάτων σου Λόγε, ἵνα ὀρθρίζων δοξάζω σε».
 
Ὑπέμεινας ἀνδρείως, τῆς σαρκὸς τὰς αἰκήσεις ἀοίδιμε, ἐν τῷ δεινῶς τραυματίζεσθαι, τὴν πλάνην τραυματίζων, καὶ ταράσσων ἐχθρούς, τῇ πρὸς Θεὸν ἀνυψώσει Ποιμήν ἀξιάγαστε.
 
Σταυρῷ τὸν προσπαγέντα, ἐν τῷ πάθει σου εἰκονίζων Μακάριε, τὰς τῆς σαρκὸς ἀλγηδόνας, ὑπέφερες γενναίως, καὶ νικητὴς γεγονώς, συνηριθμήθης ἀξίως, Μαρτύρων στρατεύμασιν.
 
Ἐνθέῳ πεποιθήσει, προσευχῶν σου μάστιξι, θῆρα Πάτερ συνώθησας,
ἀποβαλέσθαι τὴν θήραν, ἣν ἀδίκως συνέσχε, πιστοῦ γυναίου πληρῶν,
 συμπαθεστάτῃ καρδίᾳ τήν αἴτησιν Βλάσιε.
Θεοτοκίον
Ὑμνοῦμέν σε Μαρία, τὴν θεώσασαν τῶν ἀνθρώπων τὸ φύραμα, τῇ ὑπὲρ νοῦν σου λοχείᾳ, καὶ ἀναπλάσασαν καταφθαρέντας ἡμᾶς, καὶ συντριβέντας ἀπάτῃ τοῦ ὄφεως Πάναγνε.
δὴ ς'. Ἦχος πλ. δ΄
»Τὴν δέησιν   ἐκχεῶ  πρὸς Κύριον,  καὶ αὐτῷ ἀπαγγελῶ μου τάς θλίψεις·   ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου  τῷ   ᾅδῃ   προσήγγισε,  καὶ δέομαι ὡς Ἰωνᾶς.  Ἐκ φθορᾶς  ὁ Θεός με ἀνάγαγε.
 
Εὐρύχωρον τοῦ δεσπότου  σκήνωμα, καὶ παλάτιον εὐῶδες  τοΰ λόγου, καὶ λογικὸν τοῦ τῷ λόγῳ  τὰ πάντα,   πεποιηκότος Χριστοῦ   ἐνδιαἰτημα, πανύμνητε Μῆτερ Θεοῦ, τὴν ἀθλίαν ψυχήν μου ἐλεησον.
Συνέχει με ἐγκλημάτων θάλασσα, καὶ χειμάζει τρικυμία πταισμάτων, καὶ πρὸς βυθὸν   ἀπωλείας    καθέλκει, ἀλλεπαλλήλων   παθῶν   ἡ ἀντίπνοια,  τὴν ἄβυσσον τῶν οἰκτιρμῶν,   ἡ τεκοῦσα  τὸν κλύδωνα κόπασον.
 
Νεώτερος ὑπάρχων φιλάνθρωπε,  ὡς υἱός σου δαπανήσας τὸν πλοῦτον, ἐν ῥυπαραῖς πράξεσιν ἀσωτειας, καὶ ἀγαθῶν σου λιμώττων ὁ ἄθλιος, προσέρχομαί σοι νῦν οἰκτρῶς ὡς εὐσπλάγχνῳ αἰτῶν τὴν  συγχώρησιν.
 
Ῥερύπωται ἡ στολή μου πάναγνε,   καὶ ἐσβέσθη  ἡ λαμπὰς τῆς ψυχῆς μου,   καὶ ταῖς σειραῖς,  τῶν πολλῶν μου  πταισμάτων,   χεῖρας καὶ  πόδας δεθείς,  ἔξω ἔρριμμαι,  ὁ ἔμψυχος Θεοῦ   νυμφὼν   εἰς νυμφῶνά με θεῖον εἰσάγαγε.
Τοῦ ἁγίου. Ἰλασθητί μοι Σωτήρ.
«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».
 
Συνήθλησέ σοι χορός, σεπτῶν γυναίων ἀοίδιμε· ῥωσθεῖσαι γὰρ τοῦ Σταυροῦ,
δυνάμει συνέτριψαν, ἐχθροῦ πολυμήχανον, κεφαλὴν καὶ νίκης, ἀνεπλέξαντο τὸ διάδημα.
 
Ἐρρώσθη τὸ ἀσθενές, Θεοῦ δυνάμει καὶ χάριτι· ἰδοὺ γὰρ νεανικῶς, γυναῖκες
ἠρίστευσαν, τὸν ὄφιν πατήσασαι, τὸν ποτὲ τὴν Εὔαν, Παραδείσου ἐξοικίσαντα.
 
Βυθίσασαι πονηρῶν, δαιμόνων ἄψυχα ξόανα, ἐπουρανίου ναοῦ, κειμήλια ἔμψυχα, ἑαυτὰς προσήξατε, καὶ τῶν πρωτοτόκων, Ἐκκλησίαν ἐφαιδρύνατε.
Θεοτοκίον
Ὁ θρόνος ὁ τοῦ Θεοῦ, τῶν Χερουβὶμ ὁ ὑπέρτερος, νεφέλη ἡ τοῦ φωτός, ψυχῆς μου τὰ ὄμματα, Παναγία φώτισον, καὶ παθῶν ἀχλύος, τὴν καρδίαν μου καθάρισον.
 
 Κοντάκιον τοῦ αὐτοῦ. Ἦχος δ'.   Ἐπεφάνης σήμερον.
 
Θησαυρὸν πολύτιμον  ἡ ἐκκλησία, σὴν  εἰκόνα  κέκτηται, θαυμάτων λάμψεσιν αὐτήν,   κατακοσμοῦσαν γεραίρουσα  Βλάσιε   μάκαρ  τὴν θείαν σου ἄθλησιν.
Ὁ οἶκος.
Ῥώμῃ Θεοῦ ἐνισχυθείς, ὦ θεόφρον, ὡς ἱερὸς Ἱεράρχης καὶ λειτουργὸς αὐτοῦ, ἐν πράξεσι θείαις ἀναδέδειξαι, τῶν ἀθλοφόρων ἐν ταῖς χορείαις, ἀθλοφόρος ὡράθης καὶ στεφανίτης, τῆς Ἀαρὼν ὑπερήρθης θυσίας, ὡς μύστης Χριστοῦ, σὺν Ἄβελ αἷμα τὸ θεῖον ἀνακράζει Θεῷ τὴν σφαγήν σου, καὶ θρόνῳ θείῳ τοῦ κτίσαντος παρεστώς, σὺν Ἀγγέλων τοῖς τάγμασι πρεσβεύεις ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
 Σ υ ν α ξ ά ρ ι ο ν
 
 Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βλασίου,
Ἀρχιεπισκόπου Σεβαστείας.
Στίχοι
·        Λαιμὸν Βλάσιος ἐκκοπεὶς διὰ ξίφους,
·        Ἀλγοῦσι λαιμοῖς ῥευμάτων εἴργει βλάβας.
·        Ἑνδεκάτῃ Βλασίου τάμεν αὐχένα χαλκὸς ἀτειρής.
 Οὗτος ὁ ἅγιος ὑπῆρχεν ἐπίσκοπος   Σεβαστείας·   ἡ θεία χάρις,   δι' ἧς ἐθεράπευε τὰς νόσους ἀνθρώπων καὶ κτηνῶν, καὶ ἐξαιρέτως τῶν νηπίων, κατέστησε   τὸ ὄνομα  αὐτοῦ ἀκουστὸν·   ἤθλησεν ἐπὶ Αἰκινίου  τῷ 316 ἔτει.  
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δύο Παῖδες, οἱ συναθλήσαντες τῷ Ἁγίῳ Βλασίῳ, μετὰ τῶν ἑπτὰ γυναικῶν, ξίφει τελειοῦνται.
Στίχοι
·        Βαβαὶ τοσαύτης παιδίων εὐθαρσίας!
·        Σπεύδουσιν ἄμφω, ποῖον ἐκτμηθῇ φθάσαν.
·        Κτείνει γυναῖκας ἑπτὰ σεπτὰς τὸ ξίφος,
·        Οὐ τῇ γυναικῶν συσχεθείσας δειλίᾳ.
 
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς εὑρέσεως τοῦ λειψάνου τοῦ Ἁγίου Ζαχαρίου τοῦ
Προφήτου, τοῦ Πατρὸς τοῦ τιμίου Προδρόμου.
Στίχοι
·        Φανεὶς ὁ νεκρὸς γῆθεν ὁ Ζαχαρίου,
·        Τοῖς ζῶσι πιστοῖς ἄφθονον βλύζει χάριν.
 
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη Θεοδώρας τῆς Βασιλίσσης, τῆς στερεωσάσης τὴν
ὀρθοδοξίαν.
Στίχοι
·        Θεοδώραν Ἄνασσαν εὐσεβεστάτην,
·        Χριστὸς Βασιλεὺς ἀξιοῖ θείου στέφους.
 
 
Ὁ ἅγιος νεομάρτυς   Γεώργιος   ὁ Σέρβος,   ὁ ἐν τῇ, πόλει   Σοφίᾳ μαρτυρήσας κατὰ τὸ ἔτος 1515, διὰ πυρὸς τελειοῦται.
 Γεώργιος δὲ μὴ τὸ πῦρ δειλιάσας,
Ἀπυρπόλητος ἐν πυρὶ διαμένει.
 
Τῇ αὐτῇ ἡμερᾳ ἀνάμνησις τοῦ γενομένου   ἐν τῇ πόλει Πάργᾳ μεγίστου  καὶ ὑπερφυοῦς θαύματος παρὰ τῆς ἁγίας Εἰκόνος τῆς κυρίας Θεοτόκου  καὶ Ἀειπαρθένου Μαρίας τῆς εὑρισκομένης  νῦν ἐν τῷ προαστείῳ   Κερκύρας Μανδουκίῳ.
 Φρίττω ἐννοῶν τῆς Παρθένου τὸ θαῦμα,  
Ὅταν ἐπήρθη ἐκ γῆς πρὸς τὸν ἀέρα.    
Ταῖς τοῦ Ἱεράρχου καὶ πάντων τῶν Ἁγίων μετὰ τῆς Θεοτόκου πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον ἡμᾶς.  Ἀμήν.
(Κατάλυσις οἴνου καὶ ἐλαίου).  
δὴ ἑβδόμη τῆς Θεοτόκου.
«Θεοῦ συγκατάβασιν,   τὸ πῦρ   ᾐδέσθη ἐν Βαβυλῶνί ποτε· διὰ τοῦτο οἱ  Παῖδες, ἐν τῇ καμὶνῳ ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες
ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».  
Ὑμνεῖν σε πανύμνητε, καὶ εὐλογεῖν σε εὐλογημένη ἁγνὴ καὶ βροτῶν   καὶ ἀγγέλων, ἐπίσης φύσις ἀδυνατεῖ ὡς εἰκὸς· δημιουργὸν γὰρ ἀμφοτέρων τέτοκας, καὶ ποιητὴν τοῦ παντὸς παρθένος μείνασα.
 
οὐ κέκτημαι δάκρυα, οὒκ ἔχω πένθος, οὐδὲ κατάνυξιν, παναγία παρθένε  ἐκ  προσώπου ἀφελομενη  τῆς γῆς, δάκρυον ἅπαν δίδου μοι  κατάνυξιν, ἵνα δακρύσας πικρῶς, ἐκπλύνω μου τὴν ψυχήν. Τὸ δένδρον τὸ ἄκαρπον, ἐγὼ ὑπάρχω κατάρας ἄξιον κατανύξεως ὅλως,  καρπὸν   μὴ φέρον,   τομῆς   καὶ καύσεως ὑπὸ εὐθύνην καὶ κλῆμα κατάξηρον ἀλλ' ἐν ἀσβεστῳ πυρὶ μὴ ἐκπέμψας Χριστέ.
Μεγάλην   ἀντίληψιν,   καϊ  προστασίαν σε ἀκαταίσχυντον, κεκτημένοςπαρθένε, πυρὸς ῥυσθείην διαιωνίζοντος, καὶ τῆς μελλούσης ἀνάγκης καὶ θλίψεως,   τοῦ τῶν ὀδόντων βρυγμοῦ, καὶ σκότους τοῦ λυπηροῦ.
Τοῦ ἁγίου. Τῶν Χαλδαίων ἡ κάμινος.  
 
«Τῶν Χαλδαίων ἡ κάμινος, πυρὶ φλογιζομένη, ἐδροσίζετο πνεύματι, Θεοῦ ἐπιστασίᾳ· οἱ Παῖδες δὲ ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».
 
Φωτισμοῦ θείου ἔμπλεων, κτησάμενος καρδίαν, ἀπροσκόπτως παρέδραμες,
προσκόμματα τῆς πλάνης, ἐχθρῶν διαβήματα, ὑποσκελίσας Σοφέ, τῇ παρουσίᾳ σου.
 
Ῥαντισμῷ τῶν αἱμάτων σου, πλάνης φλὸξ ἀπεσβέσθη, τῇ ἐλλάμψει τῶν λόγων σου, ἡ κτίσις ἐφωτίσθη, κραυγάζουσα Βλάσιε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
 
Οὐ σκιαῖς οὐκ αἰνίγμασιν, ὃν ἐπόθησας βλέπεις, πρὸς δὲ πρόσωπον, πρόσωπον λυθέντων τῶν ἐσόπτρων, καὶ μέλπεις γηθόμενος· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Νυσταγμῷ κρατηθέντα με, Παρθένε ἀμελείας, ἁμαρτίας κατέλαβεν, ὕπνος
θανατηφόρος· διὸ μετανοίας με, πρὸς ζωηφόρον αὐγήν, Ἁγνὴ ἐξέγειρον
καὶ σῶσόν με.
Καταβασία.
»Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν
κτίσαντα· ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες ἔχαιρον
ψάλλοτες· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος καὶ Θεὸς
 εὐλογητὸς εἶ.
δὴ Η'.  Ὁ εἱρμός.
Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων, ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμφανῶς ἐξεκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών. Τὸν Δημιουργὸν καὶ Λυτρωτήν, ἀνεβόα, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς  ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.      
Τῆς Θεοτόκου
 
Χαῖρε πηγὴ βλυστάνουσα, ψυχικὴν ἀγαλλίασιν, χαῖρε χορηγὲ τῆς θεϊκῆς χρηστότητος, χαρᾶς χαῖρε σκήνωμα, χαῖρε χωρίον ἅγιον, ὄχημα σεπτον τοῦ ἀνεσπέρου ἡλίου, Μαρία Θεοτόκε, ὑπερευλογημένη, ὑπερδεδοξασμένη καὶ κεχαριτωμένη.
Ξένα καὶ πέραν πίστεως, τὰ φρικτὰ διηγήματα, τοῦ ξενοπρεποῦς καὶ παραδόξου τόκου σου, Μαρία πανύμνητε, τὸν γὰρ τῆς δόξης Κύριον τὸν τοῖς Χερουβὶμ καὶ Σεραφεὶμ ἐφεστῶτα, τὸν ἕνα τῆς Τριάδος, ἀσυγχύτως ἀτρέπτως, ἐγέννησας ἀσπόρως ἐκ σοῦ σεσαρκωμένον.
 
Λογοθεσίου λύτρωσαι, φοβεροῦ με φιλάνθρωπε· λόγον γὰρ οὐδόλως, τῶν κακῶν ὧν εἴργασμαι, πεποίηκα δέσποτα, τὰ τῶν ἀλόγων ἔργα δὲ πέπραχα ἀλόγως, ἀλογίαις συζήσας, ἀλλά με Θεοῦ λόγε σῆς μητρὸς ἱκεσίαις, οἰκτειρησον εὐσπλάγχνως τὸν σὸν ἀχρεῖον δοῦλον.
 
Σοῦ τὴν θερμὴν ἀντίληψιν, καὶ ὀξεῖαν  βοήθειαν, τὴν γεγενημένην εἰς ἐμὲ πανάμωμε,   ἐκπλήττομαι  δέσποινα, καὶ γεγηθὼς κραυγάζω σοι, χαῖρε σωτηρία τῆς ψυχῆς μου  καὶ σκέπη, χαρὰ τοῦ κόσμου χαῖρε, καὶ ἐλπίς μου βεβαία, ζωῆς τῆς αἰωνίου ἢ πρόξενός μοι χαῖρε.
Τοῦ ἁγίου. Ὁ στεγάζων ἐν ὕδασι.
«Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς θαλάσσῃ ὅριον ψάμμον, καὶ συνέχων τὸ πᾶν, σὲ ὑμνεῖ Ἥλιος, σὲ δοξάζει Σελήνη, σοὶ προσφέρει ὕμνον πᾶσα κτίσις, τῷ Δημιουργῷ, καὶ Κτίστῃ εἰς τοὺς αἰῶνας».
 
Ὡς κριὸς ἐθελόθυτος, ὡς ἱερεῖον δεκτόν, ὡς ἀμνὸς ἄκακος, χαίρων προσήχθης τῷ τυθέντι ἀμνῷ, εἰς ἡμῶν λύτρωσιν, καὶ Μαρτύρων συνήφθης ὁμηγύρει, μέλπων σὺν Ἀγγέλοις, τὴν ἱερωτάτην Παμμάκαρ ὑμνῳδίαν.
 
Σταλαγμοῖς τῶν αἱμάτων σου, ἀποξηράνας βυθὸν ἀθεΐας Μάρτυς, ἔβλυσας κόσμῳ, ἰαμάτων κρουνούς, παύοντας καύσωνα, παθημάτων παντοίων, τῶν ἐν πίστει σοι καταφευγόντων, καὶ ὑπερυψούντων Χριστὸν εἰς τοὺς αἰῶνας.
 
Οὐκ ἀρνούμεθα Κύριον, τὸν ἐπὶ πάντων Θεόν, ἱερῶν γυναίων χορός, ἐβόα ὁ Μακάριος· ὅθεν ξεόμεναι, καὶ πυρὶ ὁμιλοῦσαι, καὶ σιδήρῳ κάρας ἐκτμηθεῖσαι, ἔχαιρον ὑμνοῦσαι, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἱεράν σε προήγγειλαν, Παρθενομῆτορ φωναί, ἐσομένην Κόρη, τοῦ Ποιητοῦ σου, ὑπὲρ φύσιν τροφόν, γέννησιν ἄρρητον, ὡς καὶ σύλληψιν ξένην κεκτημένην· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Καταβασία.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν· τὸν Κύριον ὑμνεῖτε  τά ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
δὴ θ'.   Ὁ Εἱρμός.
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτιΘεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτερα τῶν οὐρανῶν· διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν.
Κανὼν  τῆς Θεοτόκου.
 
Ἰάτρευσον τὰ τραύματα τῆς ἐμῆς, ταλαιπώρου καρδίας καὶ ἴασαι τὰ τῆς ψυχῆς, ἕλκη τὰ δυσίατα καὶ πολλὰ καὶ τῆς σαρκός μου δέσποινα, θείᾳ ἐπισκέψει σου τάς δεινάς, θεράπευσον ὀδύνας, καὶ λῦσόν μου τάς νόσους, τάς ψυχικάς τε καὶ τοῦ σώματος.
 
Οὐ κέκτημαι μεσίτην πρὸς τὸν Θεόν, ἢ προστάτην οὐδὲ ἀντιλήπτορα μετὰ Θεόν, ἕτερον ἐκτός σου ἐπὶ τῆς γῆς, Ὑπεραγία δέσποινα, ὅθεν σοι προσπίπτω μετὰ θερμῶν, δακρύων μετὰ πόνου καρδίας, δυσωπῶν σε ἀντιλαβοῦ τῆς ἀσθενείας μου.
 
Ψυχαὶ μεμακρυσμέναι ἀπὸ Θεοῦ, καὶ τῶν θείων χαρίτων στερούμεναι δεῦτε θερμῶς καὶ τὴν τοῦ ἀσώτου ἐπιστροφήν, ἀναλαβοῦσαι κράξωμεν, Πάτερ ἀγαθέ, ὁ ἐν οὐρανοῖς, ἡμάρτομέν σοι πάντες ἱλάσθητι καὶ σῶσον τοὺς προσφυγόντας τῷ ἐλέει σου.
Τίς γὲνωμαι, τί πράξω ὁ ταπεινὸς, τίνα ἕξω ἐκεῖσε συνήγορον, ἁμαρτιῶν, πλήθη περικείμενος χαλεπά, καὶ ῥᾳθυμίας πέλαγος καὶ ἀναισθησίας ὑπερβολὴν ἁγία Θεοτόκε, ἐλπὶς ἀπηλπισμένων μὴ καταισχύνῃς με τὸν δοῦλόν σου.   
Τοῦ Ἁγίου.
Τὸν προδηλωθέντα ἐν ὄρει.
«Τὸν προδηλωθέντα, ἐν ὄρει τῷ νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν».
 
Ὡς ὑπερφυεῖ κλίμακι, τῷ αἵματι Μάρτυς, ἐπιβὰς τὰς ἄνω μονάς, κατέλαβες ὡραῖος, ἀγλαΐαις ἀποδειχθεὶς τῶν ἀγώνων, καὶ τῷ στεφοδότῃ σου παρίστασαι.
 
Σὲ τὸν φωταυγῆ Ἥλιον, ποθοῦσαι γυναῖκες, καὶ τῶν ἡδυπνόων Χριστὲ ὀσφρανθεῖσαί σου μύρων, διὰ πάθους τὸ σὸν εἰκόνισαν πάθος, καὶ τῆς ἀφθαρσίας ἠξιώθησαν.
 
Ἡμεροφαὴς ὡς ἀστήρ, ταῖς ἄνω χορείαις αὐλιζόμενος Βλάσιε, τὴν φωσφόρον σου μνήμην, τοὺς γεραίροντας ζοφερῶν ἐγκλημάτων, ῥῦσαι ταῖς πρεσβείαις σου δεόμεθα.
Θεοτοκίον
Φέρεις ἐν ἀγκάλαις, Χριστὸν τὸν διακρατοῦντα, οἰκουμένην πᾶσαν, χειρὶ ἁγνὴ Παρθενομῆτορ, ὃν ἱκέτευε ὡς Υἱόν σου καὶ Κτίστην, σῶσαι τὰς ψυχὰς τῶν ἀνυμνούντων σε.
Καταβασία.
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδοχούμενος, πανηγυριζετω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν   Πανήγυριν τῆς θεομήτορος, καὶ βοάτω· χαίροις Παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.
Ἐξαποστειλάριον.   Ἐν πνεύματι τῷ ἱερῷ.
Μαρτύρων σε ὡράϊσμα, ἱερέων τὸ κλέος, γινώσκομεν πανόλβιε, Βλάσιε Ἱεράρχα· ὡς θῦμα γὰρ προσήνεγκας, σεαυτὸν καὶ τέθυσαι, τῷ διὰ σὲ εἰς θυσίαν, ἑκουσίως ἐλθόντι, ἀγαθότητι  ἀφράστῳ, καὶ βουλήσει ἀρρήτῳ.
Ἕτερον
Τοῖς μαθηταῖς συνέλθωμεν  
Δεῦτε καὶ δῶμεν σήμερον, τῷ Χριστῷ δόξαν πάντες· αὐτὸς γὰρ ὁ Θεὸς ἡμῶν, τέρασι παραδόξοις, καὶ θαύμασι πολυτρόποις, τὸν σοφὸν Ἱεράρχην, καὶ Μάρτυρα ἐδόξασε, Βλάσιον, ὃν τιμῶντες, καὶ τὴν αὐτοῦ, ἱερὰν πανήγυριν ἐκτελοῦντες, ἁμαρτιῶν λυτρούμεθα, ταῖς αὐτοῦ ἱκεσίαις.
Θεοτοκίον
Ζητῶν με τὸ πλανώμενον, πρόβατον παραβάσει, Θεὸς ὁ πλαστουργήσας με, σοῦ τὴν ἄφθορον μήτραν, ὑπέδυ ἄχραντε Κόρη, καὶ λαβών με ἐπ' ὤμων, εἰς οὐρανοὺς ἀνύψωσε, συνεδρίᾳ τιμήσας τῇ Πατρικῇ, οὗ τὴν ἀνυπερβλητον εὐσπλαγχνίαν, καὶ σὲ τὴν Θεομήτορα, προσκυνῶ καὶ δοξάζω.
Εἰς τοὺς αἴνούς. Στίχους δ'.
Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
 
Τῇ παμφαεῖ  πανηγύρει   τοῦ  ἱεράρχου  Χριστοῦ,  εὐωχηθῶμεν  ἅμα, ὦ φιλέορτοι πάντες, πιστῶς   ἐν εὐλάβειᾳ,   καί  πόθῳ  αὐτῷ,   τῇ εἰκόνι προσφέροντες, τὴν ἀξιέραστον ταύτην σου ἑορτήν, ἐκτελοῦντες τὴν ἐτήσιον.
 
Ὡς  προμηθέα σε   πάντων,   ὑμνοῦμεν   Βλάσιε,   καὶ   λογικῶν θρεμμάτων,  καὶ ἀλόγων  πασχόντων·  πάντας γὰρ ἰσχύεις, θεράπον Χριστοῦ, εὐεργετεῖν καί ἰᾶσθαι πιστῶς· τὴν γὰρ τοῦ πνεύματος χάριν, πεπλουτηκώς, δαψιλεύεις τὰ θαυμάσια.
 
Χριστὸς τὸ ζῆν σοι παμμάκαρ, καὶ τὸ θανεῖν ἀληθῶς κέρδος ἐδείχθη πίστει,   κατὰ Παῦλον   τὸν Μέγαν Βλάσιε  θέοφρον, ἐπεὶ δι’ αὐτὸν προθυμότατα τέθνηκας,   καὶ  σὺν αὐτῷ βασιλεύεις διὰ παντός, εἰς ζωὴν τὴν ἀτελεύτητον.
 
Θείῳ ῥωσθεῖσαι   γυναῖκες ζήλῳ τῆς πίστεως   τοῖς ὑπερτίμοις ἂθλοις τῆς καλῆς μαρτυρίας, ἐστεφθησαν σὺν τέκνοις, θαῦμα φρικτόν· κεφαλὴν γὰρ ποθοῦσαι Χριστόν,   καὶ ἐν αὐτῷ νυμφευθεῖσαι ὑπὲρ αὐτοῦ, τάς κεφαλὰς ἐναπετμηθησαν.
Δόξα ἦχος πλ. β'.
Βλαστήσας ν τ σκήσει τν θείων ρετν, φερωνύμως Βλάσιε, ξήνθησας δαυϊτικς, σπερ φονιξ, ν τας αλας το Κυρίου, κα σε κέδρος, πληθύνθης τος κατορθωμασιν· ς μπελος δ εθυνοσα ν οκ Θεο τ καιρ το μαρτυρίου, τεμνόμενος βασάνων ποινας κ καρπο τν γώνων σου, βλυσας μν ονον νοητόν, ξ ο πιόντες, εφροσύνης νθέου τάς καρδίας πληρούμεθα κα συμφώνως συνελθόντες, ν τ σεβασμί μνήμ τς σς τελειώσεως, μακαρίζοντες εφημομέν σε, ατούμενοι λαβεν δι σο, τν ερήνην κα τ μέγα λεος.
 
Κα νν. Θεοτοκίον.
Θεοτόκε σ μπελος ληθινή, βλαστήσασα τν καρπν τς ζως, σ κετευομεν· πρέσβευε Δέσποινα, μετ το εράρχου κα πάντων τν γίων, λεηθναι τάς ψυχς μν.

Δοξολογία μεγάλη καὶ ἀπόλυσις.
Εἰς τὴν λειτουργίαν ὁ  Ἀπόστολος.
Προκείμενον,   Ἦχος πλ. β'.
Σῶσον Κύριε,   τὸν λαόν σου,   καὶ εὐλογησον τὴν κληρονομίαν σου.
Στίχ. Πρὸς σέ, Κύριε, κεκράξομαι, ὁ Θεός μου.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
δελφοί, χοντες ρχιερέα μέγαν, διεληλυθότα τος ορανούς, ησον τν Υἱὸν το Θεο, κρατμεν τς μολογίας. Ο γρ χομεν ρχιερέα μ δυνάμενον συμπαθσαι τας σθενείαις μν, πεπειρασμένον δ κατ πάντα καθ` μοιότητα, χωρς μαρτίας. Προσερχώμεθα ον μετ παρρησίας, τ θρόν τς χάριτος, να λάβωμεν λεος, κα χάριν ερωμεν ες εκαιρον βοήθειαν. Πς γρ ρχιερες ξ νθρώπων λαμβανόμενος, πρ νθρώπων καθίσταται τ πρς τν Θεόν, να προσφέρ δρά τε κα θυσίας πρ μαρτιών· μετριοπαθεν δυνάμενος τος γνοοσι κα πλανωμένοις, πε κα ατς περίκειται σθενειαν· κα δι ταύτην φείλεις καθς περ το λαο, οτω κα περ αυτο προσφέρειν πρ μαρτιν. Κα οχ αυτ τς λαμβάνει τν τιμήν, λλ καλούμενος π το Θεο καθάπερ κα αρών. Οτω κα Χριστς οχ αυτν δόξασε γεννηθναι ρχιερέα, λλ` λαλήσας πρς ατόν. Υός μου ε σύ, γ σήμερον γεγέννηκά σε. Καθς κα ν τέρ λέγει: Σ ερες ες τν αἰῶνα κατ τν τάξιν Μελχισεδέκ.
 
λληλούϊα. χος πλ. Β`.
Μνήσθητι τς συναγωγς σου, ς κτήσω π` ρχς.
Στίχ. δ Θες Βασιλες μν πρ αώνων.
Εὐαγγέλιον.  Ἐκ τοῦ κατὰ Ἰωάννην. (ι'. 9 —16).
 
Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι'ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ
τιθησιν ὑπὲρ τῶν προβάτων, ὁ μισθωτὸς δέ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει, καὶ ὁ λύκος ἁρπάζει αὐτά, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καί ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνα με δεῖ ἀγαγεῖν καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
Μεγαλυνάρια τοῦ ἁγίου Βλασίου.
Χαίροις ἱεραρχα θαυματουργέ, Βλάσιε θέοφρον ἀθλοφόρων ἡ καλλονή, χαίροις ἀσθενούντων ὁ μέγας ἀντιλήπτωρ, καὶ τῶν  σὲ εὐφημουντων προστάτα μέγιστε.
Τν ν εράρχαις ερουργόν, κα τν ν κινδύνοις προσμάχητον βοηθόν, τν τς Σεβαστείας φρουρν κα πολιοχον, Βλάσιον τν Μέγαν, μνοις τιμήσωμεν.
Τν ερομάρτυρα το Χριστο, Βλάσιον τν Μέγαν, εφημήσωμεν ο πιστοί, τν τς κκλησίας πέρλαμπρον φωστρα, κα τν νθρώπων πρέσβυν μέγαν πρς Κύριον.
κ παντς κινδύνου κα πειρασμν, κα νόσων παντοίων, λευθέρωσον θλητά, τος ν τ πανσέπτ να σου, προσιόντας, τας πρς Θεν πρεσβείαις σου μάκαρ Βλάσιε.
Μ παύσ δεόμενος τ Χριστ, Βλάσιε παμμάκαρ, εράρχα θαυματουργέ, πρ τν ν πίστει εί σε εφημούντων κα κτελούντων πόθ τν θείαν μνήμην σου.
Ο ΠΟΛΥΕΛΕΟΣ     
Δοῦλοι Κύριον Ἀλληλούΐα.
Κοινωνικόν. 
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.  

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου