Παρασκευή, 27 Μαΐου 2011

ΕΟΡΤΕΣ ΚΑΙ ΑΠΟΛΥΤΙΚΙΑ ΑΓΙΩΝ ΤΗΣ ΛΕΣΒΟΥ

ΠΑΝΤΩΝ ΤΩΝ ΕΝ ΤΗ ΝΗΣΩ ΛΕΣΒΩ ΔΙΑΛΑΜΨΑΝΤΩΝ ΑΓΙΩΝ
«Ἐμοί δέ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός…»

ΕΟΡΤΟΛΟΓΙΟ
1 Σεπτεμβρίου - Ὁσίου Συμεών Στυλίτου τοῦ έκ Λέσβου.
4 Σεπτεμβρίου – Ἀνακομιδή Λειψάνων Ἁγίου Θεοδώρου τοῦ Χατζῆ.
14 Ὀκτωβρίου – Ἁγίου Ἰγνατίου Ἀρχιεπισκόπου Μηθύμνης.
9 Νοεμβρίου - Ἁγίας Θεοκτίστης Λέσβιας.
Α΄ Κυριακή μετά την 10η Νοεμβρίου - Ἀνακομιδή Λειψάνων Ἁγ. Γρηγορίου, Ἐπισκόπου Ἄσσου.
26 Νοεμβρίου - Ἁγίου Γεωργίου Χιοπολίτου.
30 Νοεμβρίου - Ἁγίου Ἀλεξάνδρου Ἀρχιεπισκόπου Μηθύμνης.
2 Ἰανουαρίου - Ἁγίου Γεωργίου (Ζώρζη) Ἴβηρος.
3 Ἰανουαρίου - Ὁσίας Θωμαϊδος Λεσβίας.
16 Ἰανουαρίου - Ἁγίου Νικολάου Μυτιληναίου.
30 Ἰανουαρίου - Ἁγίου Θεοδώρου Χατζῆ Μυτιληναίου τοῦ ἐκ Πύργων Θερμῆς.
1 Φεβρουαρίου - Ὁσίων Δαβίδ, Συμεών καί Γεωργίου τῶν Λεσβίων.
14 Φεβρουαρίου - Ἁγίου Γεωργίου Πασγιάνου ἐκ Πλαγιᾶς.
17 Φεβρουαρίου - Ἁγίου Θεοδώρου Βυζαντίου.
23 Μαρτίου - Ἁγίου Λουκᾶ.
24 - Μαρτίου -Ἀγίου Παρθενίου, Πατριάρχου Κωνσταντινουπόλεως.
5 Ἀπριλίου - Ἁγίων Πέντε νεανίδων Μαρτύρων τῶν ἀπό Λέσβου.
7 Ἀπριλίου - Ἀγίου Γεωργίου Σημειοφόρου, Ἀρχιεπισκόπου Μυτιλήνης.
8 Ἀπριλίου - Ἁγίου Δημητρίου τοῦ ἐκ Μυστεγνῶν.
9 Ἀπριλίου καί Τρίτη Διακαινησίμου - Ἀγίων Ραφαήλ, Νικολάου, Εἰρήνης καί τῶν σύν αὐτῶ.
24 Ἀπριλίου - Ἁγίου Δούκα τοῦ Μυτιληναίου.
Δ΄ Κυριακῆ τοῦ Πάσχα, Ἀνάμνησις θαύματος τοῦ Ἀγίου Θεοδώρου τοῦ Βυζαντίου ἐν ἔτει 1832 καί τῆς ἀνακομιδῆς τοῦ σεπτοῦ αὐτοῦ Λειψάνου.
11 Μαΐου - τῶν ἐν Θερμῆ Ὁσιομαρτύρων Ὁλυμπίας καί Εὐφροσύνης.
12 Μαΐου – Εὔρεση Λειψάνων Ἁγίας Εἰρήνης ἐν Θερμῆ.
16 Μαΐου - Ἁγίου Γεωργίου Ὁμολογητοῦ Ἀρχιεπισκόπου Μυτιλήνης.
29 Μαἰου - Ἁγίου Εὐθυμίου, Ἐπισκόπου Ζήλων.
Β’ Κυριακῆ Ματθαίου, τῶν ἐν Λέσβω διαλαμψάντων Ἁγίων.
2 Ἰουνίου - Ἁγίου Κωνσταντίνου Ὑψηλομετώπου τοῦ ἐξ Ἀγαρηνῶν.
13 Ἰουνίου - Εὔρεσις Λειψάνων Ἁγίου Νικολάου ἐν Καρυαῖς τῆς Θερμῆς.
3 Ἰουλίου - Εὔρεσις Λειψάνων Ἁγίου Ραφαήλ ἐν Καρυαῖς τῆς Θερμῆς.
4 Ἰουλίου - Ἀγίου Ἀνδρέου Ἐπισκόπου Κρήτης ἐν Ἐρεσῶ.
10 Ἰουλίου - Ἁγίου Γρηγορίου Ἐπισκόπου Ἄσσου.
10 Αὐγούστου - Ἁγίων Ἀναστασίου ἐξ Ἀσωμάτου καί Δημητρίου ἐξ Ἀγιάσου.
23 Αὐγούστου - Μετακομιδή τῆς Θαυματουργοῦ εἰκόνος Κοιμήσεως τῆς Θεοτόκου
ἐξ Ἱεροσολύμων εἰς Ἀγιάσον καί Ἁγίου Ἀγάθωνος Ἐφεσίου.

ΑΠΟΛΥΤΙΚΙΑ

ΜΗΝ ΣΕΠΤΕΜΒΡΙΟΣ


ΤΗ Α΄ (1η) ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρός ἡμῶν Συμεών Στυλίτου τοῦ ἐκ της Λέσβου.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Ἡ Λέσβος σέ βλάστημα, καί πρεσβευτήν πρός Χριστόν, μετά τῶν συγγόνων σου, προβαλλομένη πιστῶς, γεραίρει σε Ὅσιε. Σύ γάρ νέος Στυλίτης, Συμεών θεοφόρε, ὤφθης καί ἐπληρώθης, οὐρανίων χαρίτων, ἐξ ὧν μετάδος Ἅγιε, τοῖς μακαρίζουσι.

ΤΗ Δ΄ (4η) ΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΡΒΙΟΥ
Εὔρεσις τῶν Ἁγίων Λειψάνων τοῦ Νεομάρτυρος Ἁγίου Θεοδώρου Χατζῆ τοῦ Μυτιληναίου τοῦ έκ Πύργων Θερμῆς καταγομένου, ἐν ἔτει 1967, οὗ ἡ μνήμη τῆ Λ΄ Ἰανουαρίου.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Ἐκ Πύργων ἐβλάστησας, καί ἐν Μυτιλήνη σαφῶς, ἀθλήσας Θεόδωρε, ὑπέρ Χριστοῦ τοῦ Θεοῦ, ἀξίως δεδόξασαι. Ὅθεν τά λείψανά σου, Νεομάρτυς εὐρόντες, χάριν ἐκ τούτων θείαν, κομιζόμεθα πίστει, δοξάζοντες τόν Κύριον, τόν σέ στεφανώσαντα.

ΜΗΝ ΟΚΤΩΒΡΙΟΣ

ΤΗ ΙΔ΄ (14η) ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἰγνατίου Ἀρχιεπισκόπου Μηθύμνης τοῦ Θαυματουργοῦ.
Ἀπολυτίκιον. Ἦχος α΄.
Τόν ποιμενάρχην Μηθύμνης Ἰγνάτιον ἄσμασι, τόν μετά πάντων Ἁγίων δοξασθέντα ἐν θαύμασιν, ὑμνήσωμεν ἀπαύστως οἱ πιστοί, συμφώνως ἐν τῆ τούτου ἑορτή καί ὡς πλεῖστα κατιδόντες ὑπ’ αὐτοῦ, θεραπευθέντα πάθη ἐκβοήσωμεν. Δόξα τῶ σέ δοξάσαντι, Δόξα τῶ σέ στεφανώσαντι, Δόξα τῶ ἐνεργοῦντι διά σοῦ πάσιν ἰάματα.

ΜΗΝ ΝΟΕΜΒΡΙΟΣ

ΤΗ Θ΄ (9η) ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΊΟΥ
Μνήμη τῆς Ἁγίας Θεοκτίστης τῆς Λεσβίας.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄.
Τῆς Μηθύμνης τόν γόνον καί θεῖον βλάστημα καί Παρίων τό κλέος καί τό ἐντρύφημα, Θεοκτίστην τήν Ἁγίαν εὐφημήσωμεν. Χαίροις βοῶντες πρός Αὐτήν, καλλιπάρθενε ἀμνάς καί Νύμφη τοῦ Θεοῦ Λόγου, ὧ καί πρεσβεύεις ἀδιαλείπτως τοῦ σωθῆναι τάς ψυχάς ἡμῶν.

ΤΗΝ Α΄ ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ Ι΄ (10η) ΝΟΕΜΒΡΙΟΥ
Ἡ ἀνακομιδή τῶν Λειψάνων τοῦ Ἁγίου Γρηγορίου Ἐπισκόπου Ἄσσου τοῦ Θαυματουργοῦ, ἐν ἔτει 1936 καί τῆ μετακομιδή αὐτῶν εἰς Σκόπελον Γέρας.
Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Τούς ἄθλους τῶν Ἁγίων θερμῶς ἐπιζηλώσας, ἐδείχθης ἐν τῶ κόσμω ἰσάγγελος τόν βίον, ἐτίμησας ἥν εἴληφας ἀρχήν, τό τάλαντον αὐξήσας τοῦ Χριστοῦ καί ὁσίως διαπρέψας ταῖς ἀρεταῖς σου πάντας κατεφώτισας. Δόξα τῶ ὅν ἠγάπησας πολύ, δόξα τῶ σέ θαυμαστώσαντι, δόξα τῶ ὧ παρίστασαι Χριστῶ, Πάτερ Γρηγόριε.

ΤΗ ΚΣΤ΄ (26η) ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ
Μνήμη τοῦ Νεομάρτυρος Ἁγίου Γεωργίου τοῦ Χιοπολίτου.
Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Πληθύς Κυδωνιέων ἐν ὠδαῖς εὐφημήσωμεν, ἡμῶν τόν πολιοῦχον, καί τῆς Χίου τό καύχημα, τῆς πίστεως πρόμαχον θερμόν, Γεώργιον ὁλίτην τόν στερρόν, ἐπλάκη γάρ γενναίως τῶ δυσμενεῖ, καί τοῦτον κατηκόντισεν. Ὅθεν ἐν οὐρανοῖς στεφηφορῶν, μάρτυσι συναγάλλεται, καί ἡμῖν ἐξευμενίζεται, τόν μόνον φιλάνθρωπον.

ΤΗ Λ΄ (30η) ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἀλεξάνδρου Ἀρχιεπισκόπου Μηθύμνης.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Τριάδα ἐκήρυξας τήν Παναγίαν σοφέ, φυλάξας ἁγνότητα καί παρθενίαν καλῶς Πατέρων ἐκλόγιον. Ὅθεν καί τοῦ Κυρίου φίλος γνήσιος ὤφθης, ὧ καί θερμῶς πρεσβεύεις, ποιμενάρχα Μηθύμνης, Ἀλέξανδρε θεοφόρε, Λεσβίων καύχημα.

ΜΗΝ ΙΑΝΟΥΑΡΙΟΣ

ΤΗ Β΄ (2α) ΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ
Μνήμη τοῦ Νεομάρτυρος Ἁγίου Γεωργίου τοῦ Ἴβηρος.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Παμμάκαρ Γεώργιε, τῆς Ἰβρίας βλαστός Λεσβίων ἀγλάϊσμα, Νεομαρτύρων λαμπρόν καί θεῖον ὑπόδειγμα. Κύριον νῦν δυσώπει εἰρηνεῦσαι τόν κόσμον, δοῦναι δέ τοῖς ὑμνοῦσι τῶν πταισμάτων τήν λύσιν, ὡς ἔχων παρρησίαν ἀξιοθαύμαστε.

ΤΗ Γ΄ (3η)ΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ
Μνήμη τῆς Ὁσίας μητρός ἡμῶν Θωμαΐδος τῆς Λεσβίας τῆς Θαυματουργοῦ.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Τάς θλίψεις τοῦ βίου σου, ὡς προσφοράν λογικήν, Χριστῶ προσενέγκασα, τήν τῶν θαυμάτων ἰσχύν, Ὁσία ἀντείληφας. Ὅθεν ὡς συζυγίας, ὑποτύπωσιν θείαν, μέλπομεν Θωμαΐς σε, καί πιστῶς σοι βοῶμεν, χαῖρε τῆς νήσου Λέσβου, σεμνόν ἐγκαλλώπισμα.

ΤΗ ιςτ΄ (16η) ΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου καί Ἐνδόξου Νεομάρτυρος Νικολάου τοῦ Μυτιληναίου.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄.
Νεομάρτυς Κυρίου ἀξιοθαύμαστε, τού τήν μνήμην τελοῦντας τοῦ μαρτυρίου σου, καί ἀθροισθέντας τῶ ναῶ περιφρούρησον, ἀπό πάσης ἀπειλῆς σεισμοῦ, λοιμοῦ τε καί ὀργῆς, Νικόλαε νεομάρτυς, βραβεύων πᾶσιν εἰρήνην πταισμάτων λύσιν καί μέγα ἔλεος.

ΤΗ Λ΄ (30η) ΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Θεοδώρου Χατζῆ τοῦ Μητιληναίου +1784
Βλ. Ἀπολυτίκιο στίς 4 Σεπτεμβρίου.

ΜΗΝ ΦΕΒΡΟΥΑΡΙΟΣ

ΤΗ Α΄ (1η)ΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ
Μνήμη τῶν Ὁσίων καί Θεοφόρων Πατέρων ἡμῶν καί αὐταδέλφων Δαβίδ, Συμεών καί Γεωργίου τῶν Λεσβίων.
Άπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τριάς ἡ τῶν Ὁσίων τά τῆς Λέσβου βλαστήματα, Δαβίδ ὁ θεοφόρος, Συμεών καί Γεώργιος, οἱ ζήσαντες ἰσάγγελον ζωήν, καί δόξης μετασχόντες θεϊκῆς, πάσι δότε αἰτημάτων τάς δωρεάς, τοῖς πίστει άνακράζουσι, δόξα τῶ ἐνισχύσαντι ὑμᾶς, δόξα τῶ θαυμαστώσαντι, δόξα τῶ ἐνεργοῦντι δι’ ὑμῶν, πᾶσιν ἰάματα.

ΤΗ ΙΔ΄ (14η) ΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ
Μνήμη τοῦ Νεομάρτυρος Ἁγίου Γεωργίου τοῦ ἐκ Πλαγιᾶς Πλωμαρίου τοῦ Πασγιάνου +1693.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τον συνάναρχον Λόγον.
Ἡ πληθύς τῶν Λεσβίων τέρπου καί χόρευε, καί τήν πάμφωτον μνήμην τοῦ Νεομάρτυρος Γεωργίου, τοῦ στερροῦ ὁπλίτου τίμησον, ὅτι ἐν χρόνοις χαλεποῖς ἐναθλήσας καρτερῶς ἐνίκησε τόν βελίαρ, καί νῦν ἐν πόλω πρεσβεύει ὑπέρ τῶν πίστει γεραιρόντων αὐτόν.

Δόξα. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Ἡ Λέσβος εὐφραίνεται σῆ πανηγύρει φαιδρῶς καί ἄδει ἑόρτια ἄσματα μέλπουσα τούς ἄθλους σου, Ἅγιε. Σύ γάρ Νεομαρτύρων τῆ χορεία συνήφθης, αἵματι καί βασάνοις ἐναθλήσας γενναίως, Γεώργιε παμμάκαρ, ὑπέρ τῆς πίστεως.


ΤΗ ΙΖ΄ (17η) ΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ
Μνήμη τοῦ Νεομάρτυρος Ἁγίου Θεοδώρου τοῦ Βυζαντίου.
Ἀπολυτίκιον. Ἦχος α΄.
Τῶ Θεῶ ὥσπερ δῶρον φερωνύμως, Θεόδωρε, δι’ ἀθλήσεως πόνον προσηνέχθης πολύτιμον, καί ἄμωμον θῦμα καί δεκτή, παμμάκαρ, ἐγένου προσφορά, ὅθεν πόθω συνελθόντες, τούς σούς ἀγῶνας ἐν ὕμνοις γεραίρομεν, καί δόξαν προσάγομεν Θεῶ, τῶ θαυμαστῶς σε ἐνισχύσαντι, κατ’ ἐχθρῶν ὁρωμένων καί ἀοράτων, πολύαθλε.

ΜΗΝ ΜΑΡΤΙΟΣ

ΤΗ ΚΓ΄ (23η) ΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ
Μνήμη τοῦ Νεομάρτυρος Ἁγίου Λουκᾶ +1802.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῶ Σταυρῶ.
Ἀσκητικῶς προγυμνασθείς ἐν τῶ Ἄθω, τάς νοητάς τῶν δυσμενῶν παρατάξεις, τῆ πανοπλία ὤλεσας παμμάκαρ τοῦ Σταυροῦ, αὔθις δέ πρός ἄθλησιν, ἀνδρικῶς ἀπεδύσω, κτείνας τούς τῆς πίστεως αἰσθητούς πολεμίους. Ὁσιομάρτυς ξίφει νοητῶ, διό ἐστέφθης, Λουκᾶ διττοῖς στέμμασιν.


ΤΗ ΚΔ΄ (24η) ΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ
Μνήμη τοῦ Ἁγίου καί ἐνδόξου Ἱερομάρτυρος Παρθενίου Πατριάρχου Κωνσταντινουπόλεως +1657.
Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θεῖον βλάσημα, τῆς Μυτιλήνης, ποιμήν ἔνθεος, τοῦ Βυζαντίου, ἀνεδείχθης Ἱεράρχα Παρθένιε- καί μαρτυρίου ἀνύσας τόν δίαυλον, τόν δι’ ἀγχόνης ὑπέμεινας θάνατον. Πάτερ Ὅσιε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.


ΜΗΝ ΑΠΡΙΛΙΟΣ

ΤΗ Ε΄ (5η) ΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ
Μνήμη τῶν Ἁγίων πέντε Μαρτύρων νεανίδων τῶν ἀπό Λέσβου.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τον συνάναρχον Λόγον.
Αἱ πεντάριθμοι κόραι καί καλλιπάρθενοι, ἐκ τῆς Λέσβου ὠς ἄνθη τερπνά ἐξήνθησαν, καί ἀγάπη θεϊκῆ τόν νοῦν πτερώσασαι, ὡμολόγησαν Χριστόν, ὑπέρ οὗ τάς κεφαλάς, ἐτμήθησαν στερροψύχως- ἄς εὐφημήσωμεν πάντες, ὡς εὐκλεεῖς Παρθενομάρτυρες.

ΤΗ Ζ΄ (7η) ΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ
Μνήμη τοῦ ἐν Ἀγίοις Πατρός ἡμῶν Γεωργίου Ἀρχιεπισκόπου Μυτιλήνης τοῦ Σημειοφόρου.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Ὁ πύργος ὁ ἄσειστος τῆς Ἐκκλησίας Χριστοῦ, ὁ μέγας Γεώργιος, τῆς Μυτιλήνης ποιμήν, φωστήρ ὁ παμμέγιστος, ἄνωθεν συγκαλεῖται τῶν ἀγγέλων τάς τάξεις, κάτωθεν συναθροίζει τῶν ἀνθρώπων τά πλήθη, ὁμόφωνον ἀναπέμψαι δόξαν Χριστῶ τῶ Θεῶ.

ΤΗ Θ΄ (9η) ΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ
Μνήμη τῶν Ἁγίων νεοφανῶν Μαρτύρων Ραφαήλ, Νικολάου καί Εἰρήνης. (Ἡ μνήμη αὐτῶν εἶναι μετατιθεμένη καί ἑορτάζεται τήν Τρίτη τῆς Διακαινησίμου ἑβδομάδος).

ΤΗ ΚΔ΄ ΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου καί ἐνδόξου Νεομάρτυρος Δούκα τοῦ Μυτιληναίου μαρτυρήσαντος ἐν Κωνσταντινουπόλει ἐν ἔτει 1564.
Ἀπολυτίκιον. Ἦχος δ΄.
Ὡς τῶν Ὀρθοδόξων ὁ ἐμψυχωτής, Νεομαρτύρων ὁ ἐμπνευστής, τῶν Λεσβίων ὁ βλαστός, Ἐκκλησίας ὑπέρμαχος, ἀθλητά Δούκα, μεγαλοφώνως τιμῶμέν σε, πρέσβευε Χριστῶ τῶ Θεῶ σωθῆναι τάς ψυχάς ἡμῶν.

ΜΗΝ ΜΑΪΟΣ

ΤΗ ΙΑ΄ (11η) ΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ
Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Ὀλυμπίας τῆς νεοφανοῦς ἀσκησάσης καί ἀθλησάσης ἐν τῆ Ἱερᾶ Μονῆ Καρυῶν, Θερμῆς Λέσβου.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Ὁσίως μονάσασα, τῶν Καρυῶν τῆ Μονῆ, ἐν ταύτη ἐνήθλησας, τῶν πειρατῶν τῆ χειρί, κτανθεῖσα θεόληπτε, Ὅθεν ἄρτι γνωσθεῖσα, ἐπινεύσει τῆ θεία, ἔδειξας Ὁλυμπία, τήν σήν ἄθλησιν πᾶσι, διό σε Ὁσιομάρτυς, Χριστοῦ μακαρίζομεν.
Ἔτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Θεῶ ἀνατεθεῖσα ἐκ νεότητος πάνσεμνε, ἐμόνασας ὁσίως, καί ἀνδρείως ἐνήθλησας, διό ἐπιφανεῖσα μυστικῶς, ἐδήλωσας τήν ἄθλησιν τήν σήν, ἥν ὑμνοῦμεν Ὀλυμπία ἀσματικῶς βοῶντες Ὁσιομάρτυς, δόξα τῶ δεδωκότι σοι ἰσχύν δόξα τῶ σέ στεφανώσαντι, δόξα τῶ τοῖς Ἁγίοις Ἀθληταῖς, λαμπρῶς σέ ἀριθμήσαντι.


ΤΗ ΙΒ΄ (12η) ΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ
Εὔρεσις τῶν ἱερῶν Λειψάνων τῆς Ἁγίας Παρθενομάρτυρος Εἰρήνης ἐν Καρυαῖς τῆς Θερμῆς. (Ψάλλεται τῆ ι΄(10η) Ἰουλίου ἐπί τῆ εὐρέσει τῶν σεπτῶν Λειψάνων τῶν νεοφανῶν Ἁγίων Ραφαήλ, Νικολάου καί Εἰρήνης).

ΤΗ Ιςτ΄ (16η) ΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ
Μνήμη τοῦ ἐν Ἁγίοις πατρός ἡμῶν Γεωργίου Ἀρχιεπισκόπου Μυτιλήνης τοῦ Ὁμολογητοῦ.
(βλ. 1η Φεβρουαρίου όπου ο Άγιος Γεώργιος συνεορτάζει με τους Αγίους αδελφούς του).

ΜΗΝ ΙΟΥΝΙΟΣ
ΤΗ Β΄ (2α) ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ
Μνήμη τοῦ Νεομάρτυρος Ἁγίου Κωνσταντίνου Ὑψηλομετώπου τοῦ ἐξ Ἀγαρηνῶν.
Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Πᾶσαν ηὔφρανας, πιστῶν χορείαν, καί κατήσχυνας, τούς Ἄγαρ γόνους, ἀνακηρύξας λαμπρῶς τήν εὐσέβειαν, καί ὑπομείνας ἀνύποιστα βάσανα, ὦ Κωνσταντῖνε Μαρτύρων ἀγλάϊσμα. Ὡς οὖν ἔτυχες, οὗπερ ἐπόθεις ἀοίδιμε, μνημόνευε ἡμῶν τῶν εὐφημούντων Σε.

Ἔτερον. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Φωσφόρος ἀνέτειλε, τῆ Ἐκκλησία Χριστοῦ, ἡ μνήμη τῶν ἄθλων σου, φωτός πληροῦσα αὐτήν, Μαρτύρων ἐκσφράγισμα, ἔνδοξε Κωνσταντῖνε, λύουσα τήν ἀπάτην, γόνων τῶν ἐκ τῆς Ἄγαρ, λάμπουσα δέ πλουσίως, τάς ψυχάς τῶν ἐν πίστει, τήν μνήμην σου τελούντων ἀειμακάριστε.

ΤΗ ΙΓ΄ (13η) ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ
Εὔρεσις τῶν σεπτῶν Λειψάνων τοῦ Ἱερομάρτυρος Ἁγίου Νικολάου ἐν Καρυαῖς τῆς Θερμῆς. (Ψάλλεται τῆ Γ΄ (3η) Ἰουλίου).
ΜΗΝ ΙΟΥΛΙΟΣ

ΤΗ Γ΄ (3η) ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ
Εὔρεσις τῶν σεπτῶν Λειψάνων τοῦ Ἱερομάρτυρος Ἁγίου Ραφαήλ ἐν Καρυαῖς τῆς Θερμῆς.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Τῆς Λέσβου τό πλήρωμα καί ὀρθοδόξων πληθύς, ἐν πίστει ἀθροίσθητε ἐν Καρυαῖς τῆς Θερμῆς, ἐνθέως κραυγάζοντες. Κύριε, Ἱκεσίαις, Σῶν ἱερομαρτύρων, Ραφαήλ, Νικολάου καί παρθένου Εἰρήνης, ἡμῖν πᾶσι παράσχου, πταισμάτων ἄφεσιν.

ΤΗ Δ΄ (4η) ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ
Μνήμη τοῦ Ἀγίου Ἀνδρέου Ἐπισκόπου Κρήτης, ποητοῦ τοῦ Μ. Κανόνος, τοῦ ἐν Ἐρεσῶ ἐνταφιασθέντος.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Σοφία διέπρεψας, καί ἀρετῶν τῶ φωτί, καί Κρήτης γεγένησαι, ἀρχιερεύς εὐκλεής, Ἀνδρέα Πατήρ ἡμῶν, ὅθεν ἐν Ἐρεσῶ δέ, κοιμηθείς Ἱεράρχα, ταύτην καθαγιάζεις,τῶ ἁγίω σου σκήνει, αἰτούμενος τοῖς πᾶσιν, εἰρήνην καί θεῖον ἔλεος.
Ἔτερον. Ἦχος α΄.
Αἰνέσωμεν συμφώνως τῆς Κρήτης τόν Ποιμένα καί τόν ποιητήν τοῦ Μεγάλου Κανόνος καί ἀριστέα, Ἀνδρέαν τόν ἔνδοξον πιστοί καί μέγιστον προστάτην Ἐρεσοῦ καί βοήσωμεν οἱ πάντες, τῶ Χριστῶ τῶ σώζοντι ἡμᾶς ἐκ πειρασμῶν. Δόξα τῆ ἀγαθότητι τῆ σῆ δόξα τῆ εὐσπλαχνία σου, δόξα τῆ οἰκονομία σου μόνε φιλάνθρωπε.
Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.
Τοῦ Δαβίδ τήν κινύραν Πάτερ μιμούμενος, ἐν Ἐκκλησία Ὁσίων προσάδεις ἄσμα καινόν, ὡς σοφός ὑφηγητής τοῦ θείου Πνεύματος, σύ γάρ ἐβρόντησας ἡμῖν, τάς τῆς χάριτος ὠδάς, καί λόγον δικαιοσύνης, Ἀνδρέα Πατέρων κλέος, πρός σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

ΤΗ Ι΄ (10η) ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ
Μνήμη τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Γρηγορίου Ἐπισκόπου Ἄσσου τοῦ Θαυματουργοῦ.
Ἀπολυτίκιον. Ἦχος α΄.
Τούς ἄθλους τῶν Ἁγίων θερμῶς ἐπιζηλώσας ἐδείχθης ἐν τῶ κόσμω ἰσάγγελος τόν βίον, ἐτίμησας ἥν εἴληφας ἀρχήν, τό τάλαντον αὐξήσας τοῦ Χριστοῦ καί ὁσίως διαπρέψας ταῖς ἀρεταῖς σου πάντας κατεφώτισας. Δόξα τῶ ὅν ἡγάπησας πολύ, δόξα τῶ σέ θαυμαστώσαντι, δόξα τῶ ὦ παρίστασαι Χριστῶ, Πάτερ Γρηγόριε.

ΜΗΝ ΑΥΓΟΥΣΤΟΣ

ΤΗ ΙΑ΄ (11η) ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ
Μνήμη τῶν Ἁγίων Νεομαρτύρων Ἀναστασίου ἐξ Ἀσωμάτου καί Δημητρίου ἐξ Ἀγιάσου.
Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θεῖοι ὄρπηκες τῆς νήσου Λέσβου, ἀνεδείχθητε, χρόνοις ὑστέροις, Ἀναστάσιε ὁμοῦ καί Δημήτριε, ὑπέρ Χριστοῦ ὁμοφρόνως ἀθλήσαντες, καί τόν ἀρχαῖον ἐχθρόν καταισχύναντες. Νέοι Μάρτυρες, Χριστῶ τῶ Θεῶ πρεσβεύσατε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.

ΤΗ ΚΓ΄ (23η) ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ
Ἡ Μετακομιδή τῆς Ἱερᾶς καί Θαυματουργοῦ εἰκόνος Κοιμήσεως τῆς Θεοτόκου ἐξ Ἱεροσολύμων εἰς Ἀγιάσον καί Ἀγάθωνος τοῦ Ἐφεσίου.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Τῆ θεία Εἰκόνι σου ἡ Ἀγιάσος ἁγνή χορεύει καί γάνυται καί μεγαλύνει ἀεί. Τήν δόξαν σου ἄχραντε, ταύτην γάρ μεταχθεῖσαν ἐκ Σιών τῆς ἁγίας κέκτηται πλοῦτον μέγαν, καί βοᾶ καυχωμένη. Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετά σοῦ.


ΑΚΟΛΟΥΘΙΑΙ ΚΙΝΗΤΟΥ ΕΟΡΤΟΛΟΓΙΟΥ

Τῆ Τρίτη τῆς Διακαινησίμου, ἡ Μνήμη τοῦ Ἀγίου Ραφαήλ καί τῶν σύν αὐτῶ.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Ἐν Λέσβω ἀθλήσαντες, ὑπέρ Χριστοῦ τοῦ Θεοῦ, αὐτήν ἡγιάσατε, τῆ τῶν Λειψάνων ὑμῶν, εὐρέσει μακάριοι, ὅθεν ὑμᾶς τιμῶμεν, Ραφαήλ θεοφόρε, ἅμα σύν Νικολάω, καί παρθένω Εἰρήνη, ὡς θείους ἡμῶν προστάτας, καί πρέσβεις πρός Κύριον.

Ἔτερον. Άπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Ἰθάκης τόν γόνον καί τῆς Λέσβου τό καύχημα, Ὀσιομαρτύρων τήν δόξαν, Ραφαήλ εὐφημήσωμεν, ἀρτίως γάρ ἡμῖν φανερωθείς, ἰάματα πηγάζει τοῖς πιστοῖς, καί κατ’ ὄναρ καί καθ’ ὕπαρ, ὑπερφυῶς ὀπτάνεται τοῖς κράζουσι. Δόξα τῶ δεδωκότι σοι ἰσχύν, δόξα τῶ σε θαυμαστώσαντι, δόξα τῶ ἐκπληροῦντι διά σοῦ, ἡμῶν τά αἰτήματα.

Τῆ Δ΄ Κυριακῆ τοῦ Πάσχα, ἡ Ἀνάμνησις τῆς διά τοῦ θαύματος τοῦ Ἀγίου Θεοδώρου τοῦ Βυζαντίου διασώσεως τῆς πόλης Μυτιλήνης καί νήσου τῆς Λέσβου ἀπό τῆς θανατηφόρου πανώλους ἐν ἔτει 1832 καί τῆς ἀνακομιδῆς τοῦ σεπτοῦ αὐτοῦ Λειψάνου.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Τό πάντιμον Λείψανον τοῦ Θεοδώρου, πιστοί, ἐνδόξως τιμήσωμεν ὡς θησαυρόν τιμαλφῆ, καί πάντες βοήσωμεν, Σῶσον ἐκ τῶν κινδύνων τούς πιστῶς σε ὑμνοῦντας, ὡς πότε σύ ἐρρύσω ἐκ πανώλους τήν πόλιν καί πάντας περιφρούρησον ταῖς ἱκεσίαις σου.

Τῆ Β’ Κυριακῆ Ματθαίου, ἡ Ἀκολουθία τῶν ἐν Λέσβω διαλαμψάντων Ἁγίων.
Άπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τούς ἐκ Λέσβου ὡς ἄστρα νοητά ἀνατείλαντας, καί ἀπό χωρῶν διαφόρων ἐν αὐτῆ διαπρέψαντας, Ὁσίους τε καί Μάρτυρας ὁμοῦ, καί θείους Ϊεράρχας τοῦ Χριστοῦ, ἐν μιᾶ ἀνευφημήσωμεν ἑορτῆ οἱ Λέσβιοι κραυγάζοντες, δόξα τῶ ἐνισχύσαντι ὑμᾶς, δόξα τῶ θαυμαστώσαντι, δόξα τῶ δι’ ὑμῶν περιφανῶς, τήν νῆσον ἡμῶν κλείσαντι.

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θεῖον σύστημα κλεινῶν Ὁσίων, καί ὁμήγυριν Ἀρχιερέων, καί Μαρτύρων ἀκαθαίρετον φάλαγκα, ἡ νῆσος Λέσβος γεραίρει χορεύουσα, ὡς ἐν αὐτῆ τόν Χριστόν μεγαλύνοντας, καί πρεσβεύοντας δωρήσασθαι ταῖς ψυχαῖς ἡμῶν εἰρήνην ἀληθῆ καί μέγα ἔλεος.


ΕΙΣ ΔΟΞΑΝ ΚΥΡΙΟΥ
http://stratisandriotis.blogspot.com/2009/05/blog-post_5072.html?spref=fb

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου